Σάββατο 20 Δεκεμβρίου 2025

ΒΙΝΤΕΟ - ΑΓΙΑ ΑΝΑΣΤΑΣΙΑ ΦΑΡΜΑΚΟΛΥΤΡΙΑ - ΓΙΑ ΤΑ ΜΠΟΛΙΑ ΖΗΤΗΣΤΕ ΤΗΝ ΒΟΗΘΕΙΑ ΤΗΣ .

ΒΙΝΤΕΟ - 22 Δεκεμβρίου 2025 - Αγία Αναστασία η Μεγαλομάρτυς η Φαρμακολύτρια - Παρακλητικός Κανών εις την Αγία Μεγαλομάρτυρα Αναστασία την Φαρμακολύτρια - Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας.

 

Παρακλητικός Κανών εις την Αγία Μεγαλομάρτυρα Αναστασία την Φαρμακολύτρια.

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας.

†Εορτάζεται στις 22 Δεκεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τῶν νοσούντων ταχινὴ θεραπεία, καὶ πεπτωκότων ἐξανάστασις θεία, Ἀναστασία μάρτυς καλλιπάρθενε, λύτρωσαι τοὺς κάμνοντας συντριμμῶν ὀλεθρίων, ἔγειρον πρεσβείαις σου, ἐκ βυθοῦ ἀπωλείας, τοὺς ὁλλοτρόπῳ πίστει καὶ στοργῇ, τῇ ἱερᾷ σου Εἰκόνι προστρέχοντας.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἔγειρον ἡμᾶς παθῶν Ἀναστασία. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐπίνευσον μάρτυς ὡς εὐμενής, ἡμῶν τῇ δεήσει, καὶ πρυτάνευσον δαψιλῶς, τῶν σῶν δωρεῶν τὰς χορηγίας, Ἀναστασία τοῖς σὲ μεγαλύνουσι.

Γαλήνην ἐν βίῳ εἰλικρινεῖ, καὶ πάντων σκανδάλων, τὴν τελείαν ἀποφυγήν, ἡμᾶς ἐνδυνάμωσον παμμάκαρ, ἰχνηλατεῖν διὰ βίου καὶ σώζεσθαι.

Ἐπίχεε ἄνωθεν δαψιλῶν τὸν ἔλαιον Μάρτυς, τῶν φαρμάκων τῶν μυστικῶν, καὶ ἴασαι νόσων δυσιάτων, Ἀναστασίᾳ ἡμᾶς τοὺς ἱκέτας σου.

Θεοτοκίον.
Ἰλύος με κάθαρον ἐμπαθοῦς, καὶ σῶσόν με Κόρη, ἐπελθούσης μοι συμφορᾶς· μὴ οὖν καταλίπῃς με Παρθένε, ἵνα μὴ γέλως τοῖς πᾶσι γενήσωμαι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥυπτικῇ σου πρεσβεῖᾳ, τὰ τῶν ψυχῶν τραύματα, καὶ τὰ τῶν σωμάτων θεόφρον, δεινὰ ἑλκώματα, ἡμῶν ἀπόπλυνον, Ἀναστασίᾳ καὶ ῥῶσιν, καὶ ὑγίειαν ἄφθονον, πᾶσι χορήγησον.

Ὀδυνῶν δυσφορήτων ἀνιαρῶν θλίψεων, ζάλης καὶ πικρᾶς ἀθυμίας, ἐκ παραπτώσεων, καὶ κοσμικῶν πειρασμῶν, Ἀναστασία θεόφρον, ἐπιστᾶσα λύτρωσαι, ἡμᾶς τοὺς δούλους σου.

Νεκταρόβρυτον νᾶμα, ὕδωρ ζωῆς ἥδιστον, οἷά περ πηγὴ εὐσπλαγχνίας, καὶ ἀγαθότητος, Ἀναστασίᾳ σεμνή, τοῖς ἐν αὐχμῇ τηκομένοις, κατωδύνων θλίψεων, ῥᾶνον καὶ ὄμβρησον.

Θεοτοκίον.
Ἡ λαμπὰς ἡ φωσφόρος, τῆς ὑπὲρ νοῦν λάμψεως, ἡ ἀνατολὴ ἡ γλυκεῖα, ζωῆς τοῦ σέλαος, λάμψον ἀκτῖνά μοι, τῆς ἀληθοῦς μετανοίας σκότει γὰρ καλύπτομαι, πάσης φαυλότητος.

Ἀνάστησον Ἀναστασίᾳ θεόφρον τοὺς σοὺς ἱκέτας ἐκ συντριμμάτων καὶ χαλεπῶν περιστάσεων, καὶ σεσωσμένους προσάγαγε τῷ Κυρίῳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοῖς τῶν θαυμάτων σου θείοις πυρσεύμασι, τῶν παθημάτων ἐλαύνεις τὴν μοίρασιν, καὶ τὴν ὑγίειαν παρέχεις τοῖς χρῄζουσιν, Ἀναστασία Χριστοῦ σεμνοπάρθενε· σὺ γὰρ τῶν νοσούντων ἰάτειρα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μοχθηρὸν καὶ ἐπώδυνον, ὡς ἀποσκιρτήσας τῆς θείας χάριτος, διανύω βίον ἔνδοξε, ἀλλὰ σὺ Χριστῷ με ἐπανάγαγε.

Ἀλεξίκακον ἄριστον, ἡ τῆς προστασίας σου ἐπισκίασις, ἐν βιαίαις περιστάσεσι, ὦ Ἀναστασίᾳ ἡμῖν γένοιτο.

Συμφορῶν τὸ ἐπίπονον, καὶ ἀσθενημάτων δεινῶν τὴν ἔφοδον, ἐξ ἡμῶν ἀπείργει πάντοτε, ὦ Ἀναστασίᾳ καλλιπάρθενε.

Θεοτοκίον.
Ἀγαλλίασιν ἄυλον, τῇ λελυπημένῃ ψυχῇ μου ὄμβρησον, ὥσπερ δρόσον χαριτόβρυτον, κεχαριτωμένη Μητροπάρθενε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θαύμασι πολλοῖς, καὶ ἰάσεων δυνάμεσι, διαπρέπουσα ἐν κόσμῳ ἐμφανῶς, πανταχοῦ πάντας προφθάσεις τοὺς καλοῦντάς σε.

Ὤφθης ἀρωγός, τοῖς ποικίλως κινδυνεύουσιν ἐπιφαινομένη νοερῶς, καὶ τὸν σάλον καταπαύσασα τῶν θλίψεων.

Νόσων χαλεπῶν, στεναγμῶν τε καὶ κακώσεων, καὶ ταλαιπωρίας πειρασμῶν, ὦ Ἀναστασίᾳ ἡμᾶς λύτρωσαι.

Θεοτοκίον.
Ἄνοιαν δεινήν, ἐκνοσήσας βίῳ χείρονι, συνεσχέθην καταιγίσι πειρασμῶν, ἀλλὰ τούτων Θεοτόκε σύ με λύτρωσαι.

ᾨδὴ ς΄. Τὴν δέησιν.
Νενέκρωμαι ἁμαρτίας βέλεσι, τοξευθεὶς τῇ τοῦ ἐχθροῦ συνεργείᾳ, καὶ κατωτάτω ἀπέῤῥιμμαι λάκκῳ, καὶ ἐν σκιᾷ τοῦ θανάτου κατώκησα, ἀλλ’ ἐπιστᾶσά συ σεμνῇ, ἐκ βυθοῦ τῶν κακῶν με ἀνάγαγε.

Ἀνάῤῥωσιν καὶ τελείαν λύτρωσιν, τοῖς ἐν πόνοις τρυχομένοις ἀτρύτοις, ὡς φιλοικτίρμων πρυτάνευσον Μάρτυς, καὶ θλιβομένων τὴν λύπην μετάστρεψον, Ἀναστασία μυστικῶς, εἰς χαρὰν ἀληθῆ καὶ φαιδρότητα.

Σωμάτων σε ἰατρὸν πανάριστον, καὶ πνευμάτων ἀληθῆ θεραπείαν, ὁ τῶν ψυχῶν καὶ σωμάτων Δεσπότης, Ἀναστασίᾳ λαμπρῶς ἀπειργάσατο, διὸ θεράπευσον ἡμῶν, καὶ ψυχῶν καὶ σωμάτων τοὺς μώλωπας.

Θεοτοκίον.
Τῶν ῥήσεων τοῦ σεπτοῦ θελήματος, παρακούσας ἀκουσίᾳ ἐσχάτῃ, ἀπεμακρύνθην Θεοῦ ὁ παντλήμων, καὶ χλευασμὸς τοῖς πλησίον μου γέγονα, διὸ οἰκτροῦ ὀνειδισμοῦ, Θεοτόκε μου σύ με διάσωσον.

Ἀνάστησον Ἀναστασία θεόφρον τοὺς σοὺς ἱκέτας, ἐκ συντριμμάτων καὶ χαλεπῶν παραπτώσεων, καὶ σεσωσμένους προσάγαγε τῷ Κυρίῳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὰ πάθη ἡμῶν, τὰ μυσαρὰ καὶ χρόνια, ῥοπῇ μυστικῇ, Ἀναστασία ἴασαι, καὶ ζωὴν ἀκίνδυνον, διανύειν ἡμᾶς καταξίωσον, ὡς ἂν τῶν θείων ἐντολῶν, τρυγήσωμεν πάντες, τοὺς ἐνθέους καρπούς.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κέφ. ι΄ 16 – 22).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ένθεσιν. Ὅταν δὲ παραδώσουσιν ὑμᾶς, μὴ μεριμνήσητε πως ἡ τι λαλήσητε δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνη τῇ ὤρα τι λαλήσητε. Οὐ γὰρ ὑμεῖς ἔστε οἱ λαλοῦντες, ἀλλά τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Δόξα
Ταῖς τῆς Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ῥῶσιν ἀδαπάνητον, ψυχῶν ὁμοῦ καὶ σωμάτων, ὡς πηγὴ ἀκένωτος, ἐπομβρίᾳ κρείττονι, ἀναβλύζουσα, τῶν παθῶν κάθαρον, καὶ τῶν νοσημάτων, τὰς σπιλάδας καὶ προστρίμματα, ἐξ ἡμῶν τέλειον, ὦ Ἀναστασία πολύαθλε, ὑγιείας ἱλαρότητα, τῆς κατ’ ἄμφω πᾶσι παρέχουσα, καὶ τὸν σὸν νυμφίον, ἀπαύστως καθικέτευε Χριστόν, ἁμαρτημάτων συγχώρησιν, δοῦναι τοῖς τιμῶσί σε.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἄλυτον βίον εἰρηναῖον, ἐν σεμνότητι καὶ πάσῃ εὐσεβείᾳ, διανύειν ἡμᾶς, ἐνίσχυσον λιταῖς σου, Ἀναστασία ἔνδοξε, ἰαμάτων ἡ πλημμύρα.

Σβέσον τὴν φλόγα τῶν παθῶν μου, καὶ κατάπαυσον τὸν πόνον τῆς ψυχῆς μου, καὶ χαρὰν ἀληθῆ καὶ θείαν εὐφροσύνην, Ἀναστασία δώρησαι, τῷ δεινῶς κεκακωμένῳ.

Ἴδε εὐσπλάγχνῳ ὄμματί σου, τὴν ταπείνωσιν ἡμῶν Μεγαλομάρτυς, καὶ μεγάλων κακῶν, ἡμῖν ἐπερχομένων, τὴν ῥύμην ἀναχαίτισον, τῇ μεγίστῃ σου πρεσβείᾳ.

Θεοτοκίον.
Ἄκουσον Κόρη τῆς φωνῆς μου, ἐνωτίσθητι μυχίους στεναγμούς μου, καὶ μελλούσης ὀργῆς, καὶ φανερᾶς αἰσχύνης, ὡς οἶδάς με ἀπάλλαξον, τὸν δεινῶς συντετριμμένον.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Γεωργίᾳ τῆς σῆς ἐπιστασίας, παθημάτων δεινῶν, ἀνάσπασον τὰς ῥίζας, ἐκ τῶν ψυχῶν ἡμῶν θεομακάριστε, καὶ τῆς ἀφθαρσίας, ἐμφύτευσον ἐν ταύταις, τὰς θείας ἀναδόσεις.

Ἐφορῶσα ἡμᾶς μὴ διαλίπῃς, τοὺς τὴν σὴν ἀρωγήν, νῦν ἐπιβοωμένους, Ἀναστασία μάρτυς καλλιπάρθενε, ὅπως λυτρωθῶμεν, πάσης ἐπηρείας, ἐχθροῦ τοῦ παλαμναίου.

Ῥέει ἄφθονον χάριν ἰαμάτων, ἡ πανσέβαστος, καὶ ἱερὰ Εἰκών σου, καὶ νοσημάτων σβέννυσι τοὺς ἄνθρακας, καὶ τοὺς φλεγομένους, θλίψεσιν ἀτρώτους, ἐνθέους ἀναψύχει.

Θεοτοκίον.
Ἀπὸ πάσης ὀργῆς θανατηφόρου, καὶ βουλῆς πονηρᾶς, τοῦ ἀρχηγοῦ τοῦ σκότους, εὐλογημένη σῶσόν με Πανάμωμε καὶ τῆς ἐνεστώτης, ῥῦσαί με ἀνάγκης, τῇ σῇ ἐπιστασίᾳ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σωμάτων σηπεδόνας, καὶ ψυχῶν τὰς νόσους, τῇ μυστικῇ χειρουργίᾳ θεράπευσον, Ἀναστασία θεόφρον τῶν προσιόντων σοι.

Ἱλέωσαι σοῖς δούλοις, τῇ σῇ μεσιτείᾳ, τὸν ἀγαθὸν καὶ εὐίλατον Κύριον, ὡς ἂν τῆς τούτου τρυφήσωμεν ἀγαθότητος.

Μνημόνευε ἀπαύστως, ὦ Ἀναστασία, τῶν ὀλοτρόπῳ σπουδῇ προσιόντων σοι, καὶ ἐκ ψυχῆς ἐξαιτούντων τὴν προστασίαν σου.

Ὁλόσωμον τὸ τραῦμα, κέκτημαι ὁ τάλας, ἀλλ’ ἐπιστᾶσά συ Μάρτυς με ἴασαι, καὶ πρὸς ὁδὸν μετανοίας ἤδη με ἴθυνον.

Θεοτοκίον.
Ὑψίστου ὤφθης θρόνος, Κεχαριτωμένη, διὸ κἀμὲ ἐκ τῶν κάτω ἀνύψωσον, πρὸς ἀληθεῖς ἀναβάσεις ζωῆς τῆς κρείττονος.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Παρθενομαρτύρων τὴν καλλονήν, καὶ τῶν ἰαμάτων, τὸν ἀκένωτον θησαυρόν, τὴν νύμφην Κυρίου τὸ σκεῦος τῶν χαρίτων, σεμνὴ Ἀναστασία ὑμνολογοῦμέν σε.

Χαίροις παρθενίας εὔπνους λειμών, ὁ τὰ ἄνθη φέρων, τῆς ἀθλήσεως τὰ τερπνά, ὧν τῇ εὐδοκίᾳ σεμνὴ Ἀναστασία, ἡμῶν τὰς διανοίας, εὐφραίνεις πάντοτε.

Χαίρουσα ἠγώνισαι ἀνδρικῶς, ὑπὲρ τῆς ἀγάπης, τοῦ ταθέντος ἐν τῷ Σταυρῷ ὅθεν τῆς εὐκλείας, αὐτοῦ ἐπιτυχοῦσα, ἡμᾶς Ἀναστασία ἀεὶ περίεπε.

Χαίροις τῶν θαυμάτων ἡ λαμπηδών, ἡ τῆς εὐσπλαγχνίας, διαυγάζουσα τὰς αὐγάς, καὶ τῶν παθημάτων, διώκουσα τὸ σκότος, κλυτὴ Ἀναστασία, πιστῶν βοήθεια.

Χάριτι ἐνθέου τὰς παροχάς, δαψιλῶς πορίζου, τοῖς αἰτοῦσιν ὁλοσχερῶς, τὴν σὴν προστασίαν, σεμνὴ Ἀναστασία, καὶ θλιβερῶν παντοίων, ἡμᾶς διάσῳζε.

Ἔγειρον ἐκ λάκκου ἁμαρτιῶν, τὴν ψυχήν μου Μάρτυς, ὀλισθήσασαν χαλεπῶς, καὶ πρὸς μετανοίας, ὁδήγησον με τρίβους, Ἀναστασία μάρτυς, τὸν εὐφημοῦντάς σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν.

 Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν ἀθληφόρον τοῦ Χριστοῦ τὴν πανένδοξον, Ἀναστασίαν οἱ πιστοὶ ἱκετεύσωμεν, ὅπως Χριστὸς δεήσεσιν αὐτῆς τειχίσηται ἡμᾶς, ὅνπερ ἐπεπόθησεν ὡς Νυμφίον οὐράνιον, πάντα ἀποπτύσασα πρὸς τὴν τούτου ἀπόλαυσιν· κατ’ αὀράτων γὰρ ἐχθρῶν καὶ ὁρατῶν, μεσῖτις πέλεις Κυρίῳ εὐπρόσδεκτος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς τοῦ Χριστοῦ πανευκλεής, σκέπη τῶν πιστῶν καὶ προστάτις, Ἀναστασία σεμνή, πάσης περιστάσεως, βιαίας λύτρωσαι, τοὺς θερμῶς σοι προστρέχοντας, πᾶσαν εὐλογίαν, θείας ἀγαθότητος, ἐξαιτουμένη αὐτοῖς, ὅπως ἐν σεμνῇ πολιτείᾳ καὶ εἰρηνικῇ καταστάσει, τὸν σὲ μεγαλύνοντα δοξάζωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.




ΒΙΝΤΕΟ 

ΤΗΝ ΒΟΗΘΕΙΑ ΤΗΣ .

                      Παρακλητικός Κανών εις την
          Αγία Μεγαλομάρτυρα Αναστασία την Φαρμακολύτρια 
                - Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου                                                Μ. Υμνογράφου της Αγίας 
                        του Χριστού Μεγάλης Εκκλησίας.

Κυριακή 7 Δεκεμβρίου 2025

BINTEO - 8 ΔΕΚΕΜΒΡΙΟΥ - ΑΓΙΟΣ ΠΑΤΑΠΙΟΣ Ο ΘΑΥΜΑΤΟΥΡΓΟΣ.

Ιερός Παρακλητικός κανόνας, είς τόν Όσιο Πατάπιον - 8 ΔΕΚΕΜΒΡΙΟΥ - ΑΓΙΟΣ ΠΑΤΑΠΙΟΣ Ο ΘΑΥΜΑΤΟΥΡΓΟΣ.

 

Ιερός Παρακλητικός κανόνας,
είς τόν Όσιο Πατάπιον
Εορτάζεται στις 8 Δεκεμβρίου
και την Τρίτη της Διακαινησίμου (Τρίτη του Πάσχα) ανάμνηση ευρέσεως τού Τιμίου Λειψάνου του.
Διάσωσον πάσης ἀνάγκης καὶ θλίψεων τῶν ἐν βίῳ, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, καὶ σὲ τιμῶντας, Πατάπιε θεοφόρε.
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου...
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς προσιόντας τῷ σεπτῷ σου λειψάνῳ, καὶ αἰτουμένους τὴν θερμήν σου πρεσβείαν, θαυματουργὲ Πατάπιε, πατὴρ ἡμῶν, πάσης ἀπολύτρωσαι, ἐπηρείας καὶ βλάβης, καὶ παντοίων θλίψεων, καὶ δεινῶν νοσημάτων, καὶ ἐν εἰρήνῃ φύλαττε ἡμᾶς, οἷα προστάτης ἡμῶν συμπαθέστατος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου...
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστοιχίς·
Παθῶν ἡμᾶς Πατάπιε ῥύου ἀμήν. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Προστάτην ὑπάρχων καὶ πρεσβευτής, ἡμῶν πρὸς τὸν Κτίστην, καθικέτευε ἐκτενῶς, Πατάπιε, ῥύεσθαι κινδύνων, καὶ πολυτρόπων ἡμᾶς περιστάσεων.
Ἁγίως ἀνύσας σου τὴν ζωήν, ἡμᾶς ἁγιάζεις, καὶ λυτροῦσαι πάσης ὀργῆς, τῇ ἐκ τοῦ Ἁγίου σου Λειψάνου, προερχομένη Πατάπιε χάριτι.
Θεράπων Κυρίου ὡς ἀληθής, θεράπευσον Πάτερ, τὰς ὀδύνας τῶν καρδιῶν, καὶ τὰς τῶν σωμάτων ἀλγηδόνας, τῶν προσιόντων θερμῶς τῇ πρεσβείᾳ σου.
Θεοτοκίον.
Ὡς Μήτηρ τοῦ πάντων Δημιουργοῦ, καὶ τῆς εὐσπλαγχνίας, ἀνεξάντλητος θησαυρός, σπλαγχνίσθητι Κόρη τοῖς σοῖς δούλοις, καὶ τὴν κατ’ ἄμφω ὑγίειαν πρυτάνευσον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νοερῶς ἐποπτεύων ὡς συμπαθῇς Ὅσιε, ταύτην τὴν ἁγίαν Μονήν σου, τὴν καταφεύγουσαν ἀεὶ τῇ σκέπῃ σου, μὴ διαλίπῃς Θεόφρον, ἐξ αὐτῆς πᾶν σκάνδαλον πόῤῥω ποιούμενος.
Ἡ Ἁγία σορός σου, ἁγιασμὸν Ἅγιε, Πνεύματι Ἁγίῳ βλυστάνει καθαγιάζουσα, ἡμῶν τὰ πρόσωπα, καὶ τὰς ψυχὰς Θεοφόρε, καὶ παθῶν καθαίρουσα ἅπαντα βόρβορον.
Μὴ ἐλλίπῃς πρεσβεύειν, ὑπὲρ ἡμῶν Ὅσιε, δοῦναι τῶν πταισμάτων τὴν λύσιν, καὶ ἀπολύτρωσιν, πάσης στενώσεως, καὶ θλιβερῶν τῶν τοῦ βίου, τοῖς πιστῶς προστρέχουσι τῇ ἀντιλήψει σου.
Θεοτοκίον.
Ἀπειράνδρως τεκοῦσα, τὸν τοῦ παντὸς αἴτιον, καὶ μετὰ τὸν ἄφραστον τόκον, Παρθένος μείνασα, ἁγνόν με φύλαττε, ψυχῇ νοῒ καὶ καρδίᾳ, μόνη Ἀειπάρθενε, πάντων βοήθεια.
Διάσωσον πάσης ἀνάγκης καὶ θλίψεων τῶν ἐν βίῳ, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, καὶ σὲ τιμῶντας, Πατάπιε θεοφόρε.
Ἐπίβλεψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεία τῇ σῇ Πατάπιε μακάριε, ἐν πίστει θερμῇ, ἡ ποίμνη σου προστρέχουσα ἐπηρειῶν τοῦ ὄφεως, καὶ σκανδάλων πικρῶν ἀπαλλάττεται, ὁ δίδου εὐστάθειαν ζωῆς, καὶ θείας ἀγάπης πῦρ τὸ ἄυλον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Συμπαθῶς ἴδε Ἅγιε, τοὺς ἐν εὐλαβείᾳ τῇ θείᾳ θήκῃ σου, παρεστῶτας ὦ Πατάπιε, καὶ παράσχου τούτοις τὰ αἰτήματα.
Παθημάτων τὸν καύσωνα, καὶ ἀσθενειῶν τὴν φλόγα κατάσβεσον, δρόσῳ Πάτερ τῆς σῆς χάριτος, καὶ χαρὰν παράσχου τοῖς ἱκέταις σου.
Ἀποδίωξον Ἅγιε, τὸν κατὰ τῆς Μάνδρας σου ὠρυόμενον, νοητὸν ἐχθρὸν καὶ βύθιον, τὴν σὴν εὐλογίαν ταύτῃ δωρούμενος.
Θεοτοκίον.
Τὸν Θεὸν ὃν ἐκύησας, ἄχραντε Παρθένε δι’ ἀγαθότητα, καθικέτευε δωρήσασθαι, τῶν πλημμελημάτων ἡμῖν ἄφεσιν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄνωθεν ἡμᾶς, τὰ σὰ τέκνα πάτερ Ὅσιε, μὴ ἐλλίπῃς ἐπιβλέπειν πατρικῶς, καὶ παρέχειν τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Πλήρου συμπαθῶς, τὰς αἰτήσεις πάτερ Ὅσιε, τῶν τῇ Μάνδρᾳ σου Πατάπιε, ἀεὶ συῤῥεόντων, πανταχόθεν μετὰ πίστεως.
Ἴασιν ψυχῶν, καὶ σωμάτων ἀνακαίνισον, ἐκ τῆς θήκης σου λαμβάνομεν ἀεί, διὰ τοῦτο ὡς προστάτην εὐφημοῦμέν σε.
Θεοτοκίον.
Ἔχουσα πολλήν, παῤῥησίαν πρὸς Θεὸν ἔτεκες, οἷα Μήτηρ τούτου Κόρη ἀληθής, καθικέτευε σωθῆναι τὰς ψυχᾶς ἡμῶν.
ᾨδὴ ς΄. Τὴν δέησιν.
Ῥυσθῆναι πειρατηρίων τοῦ βίου καὶ τυχεῖν ἡμᾶς γαλήνης βαθείας, καὶ εὐσπλαγχνίας ῥανίδας τῆς θείας, ἡμῖν δοθῆναι τὸν Κτίστην ἱκέτευε, Πατάπιε θαυματουργέ, Γερανείων πυρσὸς ὁ ἀκοίμητος.
Ὑπάρχων πλήρης φωτὸς οὐρανίου, ὡς θεράπων τοῦ Θεοῦ θεοφόρος, τὸν σκοτασμὸν τῶν παθῶν ἡμῶν λῦσον, καὶ ἀπαθείας ἡμέραν εὐφρόσυνον, ἀνάτειλον ἡμῖν σοφέ, φωτοφόροις λιταῖς σου πρὸς Κύριον.
Οὐράνιον ἀληθῶς εὐωδίαν, ἡ σορὸς τοῦ σοῦ Λειψάνου παρέχει, καὶ δυσωδίαν παθῶν ἀκαθάρτων, καὶ πονηρίας διώκει τὰ πνεύματα, οἱ προσιόντες εὐλαβῶς, πᾶσαν χάριν καρπούμεθα Ἅγιε.
Θεοτοκίον.
Ὑψίστου περιφανέστατε θρόνε, παντευλόγητε ἁγνὴ Θεοτόκε, ἐκ κατωτάτου με λάκκου πταισμάτων, πρὸς μετανοίας ζωήν με ἀνάγαγε, καὶ σῶσόν με ἐπιφορᾶς, τῶν κακίστων δαιμόνων Πανάμωμε.
Διάσωσον πάσης ἀνάγκης καὶ θλίψεων τῶν ἐν βίῳ τοὺς ἐν πίστει τῇ σῇ πρεσβεῖᾳ προστρέχοντας, καὶ σὲ τιμῶντας Πατάπιε Θεοφόρε.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ κραταιᾷ προστασίᾳ σου σπεύδοντες, ὡς εἰς λιμένα γαλήνιον Ὅσιε, κυμάτων τοῦ βίου λυτρούμεθα, καὶ πάσης ζάλης δεινῶν περιστάσεων, διὸ τὴν σὴν χάριν κηρύττομεν.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ὁ ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μέγαν ἀντιλήπτορα καὶ βοηθὸν ἐν ἀνάγκαις, ἔχοντές σε Ὅσιε, πάντοτε προστρέχομεν τῇ σῇ χάριτι, πᾶσι γὰρ παρέχεις τῆς σῆς βοηθείας, τὰ σωτήρια γνωρίσματα, δεινῶν λυτρούμενος καὶ ὀδυνηρῶν περιστάσεων, τὰ τέκνα σου ἑκάστοτε, καὶ τοὺς τῷ λειψάνῳ σου σπεύδοντος· ἀλλὰ μὴ ἐλλίπῃς, ἡμᾶς ἐπερχομένων συμφορῶν, ἀπολυτροῦσθαι Πατάπιε, οἷα συμπαθέστατος.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνωτέραν ἐκ πάσης, χαλεπῆς ἐπινοίας τοῦ πολεμήτορος, Πατάπιε παμμάκαρ, τὴν Μάνδρα σου συντήρει, τὴν ὡς μέγα προσφύγιον, καταπλουτοῦσαν σοφέ, τὸ θεῖον Λείψανόν σου.
Μετὰ πίστεως πλείστης, καὶ πολλῆς εὐλαβείας Πάτερ τοὺς ἥκοντας, Μονῇ σου τῇ ἁγίᾳ, δέχου ἐν εὐμενείᾳ, οἷα πλήρης χρηστότητος, καὶ δίδου τούτοις σοφέ, τὰς πατρικάς σου δόσεις.
Ἡ πρεσβεία σου Πάτερ, ὀχυρώτατον τεῖχος καὶ μέγα στήριγμα, γενέσθω τοῖς σοῖς δούλοις, ἀπείργουσα ἐφόδους, χαλεπᾶς, τοῦ ἀλάστορος, τοῦ μαινομένου ἀεί, κατὰ τῶν ἱκετῶν σου.
Θεοτοκίον.
Νεκρωθεὶς τῇ κακίᾳ σοι προσφεύγω, Παρθένε, θερμοῖς ἐν δάκρυσιν, ἀλλ’ ὡς ζωὴν τεκοῦσα, Χριστὸν τὸν Ζωοδότην, τὴν καρδίαν μου ζώωσον, καὶ λάμπρυνόν μου τὸν νοῦν, φωτὶ τῆς μετανοίας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γέρας καὶ πλοῦτον, καὶ θησαυρὸν ἀφθαρσίας, τὸ σὸν Λείψανον ἡ σῇ Μονῇ πλουτοῦσα, ἐξ αὑτοῦ λαμβάνει, χαρὰν καὶ εὐφροσύνην.
Ἔπιδε Πάτερ, ἐξ οὐρανίων ἁψίδων, καὶ ἐπάκουσον ἡμῶν τῶν ἱκετῶν σου, τῶν ἐπιζητούντων, τὴν σὴν ἐπιστασίαν.
Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, τοῖς προστρέχουσι τῷ θείῳ σου Λειψάνῳ, καὶ τὴν σὴν αἰτοῦσι, Πατάπιε πρεσβείαν.
Θεοτοκίον.
Ἁγνὴ Παρθένε, κόσμου παντὸς προστασία, προστατεύουσα μὴ παύσῃ τῶν σῶν δούλων, καθ’ ἑκάστην ὥραν, ἄχρι τερμάτων βίου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σκηνᾶς τὰς οὐρανίους, σὺν Ἀγγέλων δήμοις, περιπολεύων Πατάπιε ἅγιε, ὑπὲρ ἡμῶν ἐκδυσώπει τὸν Πανοικτίρμονα.
Ἰάτρευσον παμμάκαρ, τὰς ἡμῶν καρδίας, τὰς πληγωθείσας τῷ βέλει τοῦ ὄφεως, τῇ χάριτι σου εὐφραίνων ἡμᾶς Πατάπιε.
Μετόχους ἡμᾶς δεῖξον, μετὰ τέλος Πάτερ, οἷα πατὴρ τὰ σὰ τέκνα Πατάπιε, τῆς τοῦ Χριστοῦ βασιλείας ταῖς σαῖς δεήσεσι.
Ὁ μέγας ἡμῶν ῥύστης, καὶ θερμὸς προστάτης, ἐν πάσῃ ὥρᾳ Πατάπιε ὅσιε, μὴ διαλίπῃς φυλάττειν ἡμᾶς δεόμεθα.
Θεοτοκίον.
Ὑψίστου χαῖρε Μήτηρ, κεχαριτωμένη, τῆς ἀιδίου χαρᾶς καταξίωσον, τοὺς ὁλικῶς ἀφορῶντας πρὸς σὲ Πανάμωμε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Λουτρακίου στέφανος καὶ τιμή, τῆς ὑδρωπικίας, καὶ καρκίνου θεραπευτά, Πατάπιε θεόφρον, τῶν Γερανείων δόξα, πρέσβευε τῷ Κυρίῳ ὑπὲρ τῶν δούλων σου.
Τὸν ἐν πολιτείᾳ ἀγγελικῇ, λάμψαντα ἐν κόσμῳ ὡς ἀστέρᾳ περιφανῆ, καὶ θαυμάτων χάριν θεόθεν εἰληφότα, Πατάπιον τὸν μέγαν ὕμνοις τιμήσωμεν.
Δύναμιν πατήσας τὴν τοῦ ἐχθροῦ, ἀσκήσει συντόνῳ, καὶ φρονήματι καρτερῶ, λαμπρῶς ἐδοξάσθης, Πατάπιε, τρισμάκαρ, καὶ σῴζεις ἐκ κινδύνων τοὺς προσιόντας σοι.
Χαίροις τῆς Αἰγύπτου θεῖος βλαστός, χαίροις Γερανείων θεοδώρητος θησαυρός, χαίροις Λουτρακίου καὶ πάσης Κορινθίας, ἀντίληψις καὶ κλέος πάτερ Πατάπιε.
Χάριν ἀναβλύζει ἡ σῇ σορός, καὶ ἰᾶται πάθη καὶ εὐφραίνει πᾶσαν ψυχήν, ὅθεν προσιόντες αὐτῇ μετ’ εὐλαβείας, ἁγιασμοῦ τοῦ θείου, Πάτερ πληρούμεθα.
Δίδου τὰ αἰτήματα συμπαθῶς, τοῖς ἁπανταχόθεν, προσιοῦσι πίστει θερμή, τῇ σεπτῇ Μονῇ σου, Πατάπιε παμμάκαρ, ἰώμενος τοὺς πόνους ψυχῆς καὶ σώματος.
Μέγαν σε προστάτην ἡ σῇ Μονῇ, ἔχουσα παμμάκαρ, πάσης ῥύεται προσβολῆς, ἣν ἀεὶ ἐκ πάσης, μανίας τοῦ βελίαρ, ἀλώβητον συντήρει πάτερ Πατάπιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄.
Γερανείων τὸ κλέος, Κορινθίας τὸ καύχημα, καὶ Μοναζουσῶν νῦν προστάτης, ἀνεδείχθης πάτερ Πατάπιε. Ἀσκήσεσι νηστείαις προσευχαῖς, νῦν ἔχεις παῤῥησίαν πρὸς Θεόν, ἀδιαλείπτως ἱκετεύειν ὑπὲρ ἡμῶν, τῶν κατακρίτων δούλων σου· δόξα τῷ δοξασθέντι διὰ σοῦ, δόξα τῷ σὲ ἐνισχύσαντι, δόξα τῷ φωτίσαντι ἡμᾶς διὰ τῆς σῆς ἀσκήσεως.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάσης τοῦ ἐχθροῦ ἐπιβουλῆς, καὶ ἐπιφορῶν καὶ κινδύνων καὶ περιστάσεων, ἅγιε Πατάπιε τῇ ἀντιλήψει σου, ἀβλαβεῖς ἡμᾶς φύλαττε, ἄφεσιν πταισμάτων, ἅπασιν αἰτούμενος, παρὰ Χριστοῦ τοῦ Θεοῦ, ἔχων πρὸς αὑτὸν παῤῥησίαν, ὦ μὴ διαλίπῃς πρεσβεύων, ἵνα βίον ἥσυχον διάγωμεν.
Πάντες οἱ ἐκ νόσων χαλεπῶν, καὶ παντοίων ἄλλων κινδύνων δεινῶς θλιβόμενοι, νῦν ἔνθα ἰάματα θαυματοβρύτου σοροῦ, Παταπίου ἐκβλύζουσιν, ὡς ῥεῖθρα Νειλῷα, σπεύδοντες προσπέσωμεν, γονυκλινῶς ἐν κλαυθμῷ, ῥῦσαι ἐκβοῶντες σοὺς δούλους, ἐκ πειρατηρίων καὶ νόσων, καὶ παντοίων θλίψεων Πατάπιε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.