Πέμπτη 1 Ιανουαρίου 2026

2-1-2026 - ΑΓΙΟΣ ΣΕΡΑΦΕΙΜ ΤΟΥ ΣΑΡΩΦ Ο ΘΑΥΜΑΤΟΥΡΓΟΣ. Ιερός Παρακλητικός κανόνας, είς τόν Όσιο καί Θεοφόρον Πατέρα ημών Σεραφείμ τόν έν Σάρωφ Ασκήσαντα .

 2-1-2026 - ΑΓΙΟΣ ΣΕΡΑΦΕΙΜ ΤΟΥ ΣΑΡΩΦ Ο ΘΑΥΜΑΤΟΥΡΓΟΣ.

Ιερός Παρακλητικός κανόνας,
είς τόν Όσιο καί Θεοφόρον Πατέρα ημών Σεραφείμ
τόν έν Σάρωφ Ασκήσαντα .
Διάσωσον, τοὺς ἐκ καρδίας
σὲ ἀνυμνοῦντας, θεοφόρε Σεραφεὶμ Σαρὼφ ἐγκαλλώπισμα, καὶ δώρησαι εὐχαῖς σεπταῖς, τὴν τοῦ Πνεύματος χάριν.
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου...
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ Τροπάρια
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἐραστὴν τοῦ Θείου κάλλους ϑερμότατον, καὶ θεοτόκου θαυμαστὴν καὶ θεράποντα, τῶν ἀσκητῶν ἀγλάισμα, Ῥωσίας τὸν βλαστόν, Σεραφεὶμ τὸν ὅσιον, τῆς ἐρήμου τὸ κλέος, πάντες ἱκετεύομεν, πρὸς Θεὸν ἵνα πέμπῃ, τὰς πενιχρὰς δεήσεις τῶν ψυχῶν, ἡμῶν ἁπάντων, πιστῶν ἱκετῶν αὐτοῦ.
Δόξα καὶ νῦν.
Θεοτοκίον.
Ἄχραντε Κόρη Θεοτόκε πανύμνητε, ταῖς τοῦ ὁσίου Σεραφείμ παρακλήσεσι, τὰ τῆς ψυχῆς παθήματα θεράπευοον Ἁγνή, ἵνα πορευώμεθα εἰς ὁδὸν μετανοίας, τῆς ἐπουρανίου δὲ τοῦ Θεοῦ Βασιλείας, ἀξιωθῶμεν Δέσποινα.
Καὶ ὁ Κανών·
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Γλυκύτατε ὅσιε Σεραφείμ, πατὴρ τῶν Πατέρων, τῆς Ῥωσίας στάρετς λαμπρός, σὺ ὁ ἀγαπήσας τὴν Παρθένον, ὑπὲρ ἡμῶν τῶν πενήτων ἱκέτευε.
Ἀκέστωρ γενόμενος ἀληθῶς, ψυχῶν καὶ σωμάτων, ἁγιώτατε Σεραφείμ, ταῖς θείαις πρὸς Κύριον εὐχαῖς σου, τὰ τῶν ψυχῶν ϑεραπεύεις νοσήματα.
Ἐκ λίνου ἠγάπησας τὸν Χριστόν, ἐξ ὅλης καρδίας καὶ ψυχῆς σου πανευλαβῶς, δι᾽ ὃ καὶ τὴν ἔρημον ἀρδεύσας, κρουνοῖς δακρύων εἰς κῆπον μετέτρεψας.
Θεοτοκίον.
Παρθένε πανάμωμε Μαριάμ, ψυχῆς ῥαϑυμίαν ἀποδίωξον ἀφ᾽ ἡμῶν, εἰς τὰς πρὸς Υἱόν σου μεσιτείας, ἡμεῖς ἐλπίζομεν Κόρη πανύμνητε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Εἰς τὸ ὅρος ἀνῆλθες, θεωριῶν Ὅσιε, καὶ θεόπτης ὄντως κατέστης, διὰ τῆς νήψεως, θείων ἐφέσεων, ἀπολαμβάνων Παμμάκαρ, πυρὸς στῦλος γέγονας ἀειλαμπέστατος.
Τὸ τοῦ Σάρωφ Σεμνείων, πηγὴν θαυμάτων ἀνέδειξας, ταῖς πρὸς τὸν Θεὸν ἱκεσίαις, καὶ ἱεραῖς ἰαχαῖς, ἵνα λαμβάνουσιν, τὴν τῶν ψυχῶν ἰατρείαν, πάντες οἱ προστρέχοντες καὶ λίαν πάσχοντες.
Εἰς τὴν ἔρημον Πάτερ, φρικώδη ἄσκησιν ἔδειξας, καὶ τῶν παγκακίστων δαιμόνων, στίφη ἠφάνισας, καὶ κατενίκησας τὰς μηχανὰς τοῦ βελίαρ, νικητὴς γενόμενος καὶ τροπαιοῦχος λαμπρός.
Θεοτοκίον.
Παναγία παρθένε, ἡμᾶς τοὺς πίστει προστρέχοντας, πρὸς σὲ τὴν πανάσπιλον Κόρην, καὶ τοῦ ἐλέους πηγήν, πάντας ἀπάλλαξον, τῆς τῶν παθῶν τυραννίδος, καὶ ἀπελευθέρωσον δεινῶν καὶ θλίψεων.
Διάσωσον ἀπὸ παντοίων κινδύνων ὅσιε Πάτερ, τοὺς ἐν πίστει πρὸς σὲ καταφεύγοντας, ὡς πρέσβυν θερμότατον καὶ προστάτην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πυρσὸς ἐκ φλογός τῆς θείας ἀγαπήσεως, ἐγένου σοφέ, τοῦ Σάρωφ τὸ ἀγλάισμα· ἐκτενῶς καθικέτευε, Σεραφεὶμ πανόλβιε πρόφθασον, καὶ ἐκ παγίδων λύτρωσαι ἡμᾶς, ὡς τάχιστος πρέσβυς πρὸς τὸν Κύριον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπὶ πέτραν ἐστήριξας, γόνυ καὶ καρδίαν πανευλαβέστατε, ὁλονύκτιον προσέφερεις ὕμνον πρὸς τὸν ὕψιστον Θεὸν ἡμῶν.
Εἰς ἀπάθειαν ἔφθασας, καὶ εἰς ὕψος μέγα θεοειδέστατε, ταῖς πρὸς Κύριον ἐντεύξεσιν καὶ πολλοὺς καμάτοις Ὁσιώτατε.
Εἰς τὴν ἔρημον ἔλαβες θείαν ἀμβροσίαν τῆς ἡσυχίας σου, καὶ ἀπήλαυσας τὰ ϑέλγητρα, ἀγγελομιμήτου πολιτείας σου.
Θεοτοκίον.
Θεοτόκε Πανάχραντε, σκέπε, διαφύλατε, τοὺς ὑμνοῦντας σε, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν παραπτωμάτων Παναμώμητε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νήψεως πλησθείς, κατηγλάισας Πανόσιε, τὴν σὴν καρδίαν ταῖς ἀγρύπνοις προσευχαῖς καὶ ταπεινώσεως γενόμενος παράδειγμα.
Γέγονας φωστήρ, διαλάμπων ἐν τοῖς θαύμασιν, καὶ τοῦ φωτὸς τῆς Ἀναστάσεως Χριστοῦ, κατέστης κῆρυξ ἀγάπης λαμπρότατος.
Σκέδασον σοφέ, τῆς ψυχῆς μου τὴν σκοτόμαιναν καὶ τὴν ἀχλὺν τῶν ἀπρεπῶν μου λογισμῶν, καὶ ἐκ παθῶν ὀλεθρίων ἀπάλλαξον.
Θεοτοκίον.
Ἔνδυσον Ἁγνή, τῆς ψυχῆς μου τὴν εὐτέλειαν, καὶ τῆς καρδίας μου τὰ ἄλγος τὸ βαρύ, τῇ σῇ ἀγάπῃ Παρθένε ἀφάνισον.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Τὴν ἔρημον, ἐκ παιδὸς ἠγάπησας, καὶ ἀπήλαυσας ἐξ ὅλης καρδίας, καὶ πρὸς οὐράνιον γνόφον εἰσῆλθες, καὶ μυστικὸς θεωρὸς τούτου γέγονας, διὸ σὲ πάντες Σεραφείμ, εἰς εὐλαβείᾳ καὶ πόθῳ ὑμνοῦμέν σε.
Συνέτριψας, τῶν δαιμόνων φάλαγγας, ἀσκητεύσας ἐν τῇ πέτρᾳ ἀμέτρως, χιλίας νύκτας, ὁμοῦ καὶ ἡμέρας, καὶ ἡνωμένος Χριστῷ θείῳ ἔρωτι, Ῥωσίας καύχημα λαμπρόν, καὶ τοῦ Σάρωφ ὁ στάρετς ὁ ἔνδοξος.
Ἐσκόρπισας ἀφειδῶς τὸ ἄρωμα, τῆς ἀγάπης σου γλυκύτατε Πάτερ, εἰς μοναστάς, καὶ μιγάδας καὶ πάντας, τοὺς ἐνδεεῖς καὶ τοὺς πάσχοντας Ὅσιε, διὸ σὲ πάντες ἀληθῶς, ὡς λιμένα ψυχῆς ἀσπαζόμεθα.
Θεοτοκίον.
Πανάμωμε, ἐκτενῶς οἱ δοῦλοί σου, ἐκ βαθέων ἀνακράζομεν πάντες, πρὸς σὲ τὴν μόνην Ἁγνὴν καὶ παρθένον, καὶ βοηθὸν καὶ προστάτην πανίσχυρον, αἰτοῦμέν σε οἱ γηγενεῖς, περιφρούρησον πάντας Πανάχραντε.
Διάσωσον, ἀπὸ παντοίων κινδύνων ὅσιε Πάτερ, τοὺς ἐν πίστει πρὸς σὲ καταφεύγοντας, ὡς πρέσβυν θερμότατον καὶ προστάτην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Πυρωθεὶς τῷ θείῳ ἔρωτι Ὅσιε, κατελάμπρυνας ψυχὴν καὶ τὸ σῶμά σου, διὰ τοῦτο παναληθῶς ἐκτήσω ἀρετάς, καὶ εἰργάσω ἐν προσευχῇ, ὥσπερ ἡ μέλισσα σοφῶς, ἐν σπουδῇ καὶ φαιδρότητι· χαίροις Πάτερ ϑεόφρον, πρεσβεύων πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν τῶν ταπεινῶν, τῶν ὑμνούντων τὸ σὸν ὄνομα.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Εὐαγγέλιον.
Ἐκ νοῦ κατὰ Ματθαίον.
(Κεφ. ια΄, 27 – 30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην σου τὴν ἔφεσιν, πρὸς Θεὸν ἀφιερώσας, Σεραφεὶμ μακάριε, στάρετς ἱερώτατε καὶ πανεύφημε, πέμψον βοήθειαν, ἐξ ὕψους Ἅγιε, ἵνα λάβωμεν τὴν δύναμιν, παρὰ Θεοῦ ἡμῶν, ταῖς σαῖς ἱκεσίαις πανόλβιε πάντοθεν πολεμούμενοι, καὶ παραμυθίαν ὑστερημένοι, ἔμπλησον παμμάκαρ, ἐλπίδος γλυκυτάτης ἀγαθέ· μὴ διαλείπῃς πανόσιε, πρεσβεύειν πρὸς Κύριον.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου …..
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Παρθενίας τὸ κάλλος, ὡς ἠγάπησας Πάτερ, μὲ πόθον ἄμετρον, ἐκ τῆς Ἀειπαρθένου, τῆς μόνης Θεοτόκου, χάριν εὗρες μακάριε· ὁ τῶν Ὁσίων χορός, δοξάζει σε παμμάκαρ,
Τὸ μακάριον πένθος, ἐν τῷ νῷ καὶ καρδίᾳ ἐκαλλιέργησας, καὶ ἐν τῇ χαρμολύπῃ ἐδέξω Θείαν Χάριν, καὶ ἐκτήσω θειότητα, ὁ τῆς Ῥωσίας βλαστός, καὶ Σάρωφ στάρετς μέγας.
Κατενίκησας Πάτερ, τῶν δαιμόνων τὰ στίφη, τῇ Θεία Χάριτι, καὶ ἔφθασας εἰς ὕφος, λαμπρῶς τῆς ἀπαθείας, καὶ φωστὴρ ὄντως γέγονας, τῆς οἰκουμένης σοφέ, συνόμιλε Ἀγγέλων.
Θεοτοκίον.
Χαῖρε τεῖχος παρθένων, ὦ παρθένε Μαρία παρθένων καύχημα, καὶ δόξα τῶν Ἀγγέλων, καὶ Παραδείσου κάλλος, καὶ Τριάδος τὸ ἥδυσμα, παντὸς τοῦ κόσμου ἐλπίς, πιστῶν ἡ σωτηρία.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τὸν ἀναβάτην, καὶ θεωρὸν μυστηρίων, Σεραφεὶμ ἀετὸν ὑψιπέτην, καὶ ἀλείπτην ὄντως, γεραίρομεν ἀσμένως.
Τὰς ἱκεσίας, ὑπὲρ ἡμῶν ἀναφέρεις, εἰς Χριστὸν τὸν Σωτῆρα τοῦ κόσμου, ἐν τῷ Παραδείσῳ, εἰς πάντας τοὺς αἰῶνας.
Ἐν Θαβωρείῳ, ἐν Γολγοθᾷ καὶ ἐν Κήπῳ, ἐν συμβόλοις ὡς ἐποίησας μάκαρ, ἔλαβες γλυκείαν, τὴν μέθεξιν θεόφρον.
Θεοτοκίον.
Ἄχραντε Κόρη, Μῆτερ Θεοῦ τοῦ Ὑψίστου μὴ ἐλλείτῃς πρὸν Θεὸν μεσιτεύειν, ἵνα ἐν ἡμέρᾳ τῆς κρίσεως ῥυσθῶμεν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀνῆλθες εἰς τὸ ὕψος, τὸ τῆς θεωρίας, ὁμοῦ καὶ πράξεως καὶ τελειώσεως, καὶ νῦν λαμβάνεις τὴν δόξαν τὴν ἀτελεύτητον.
Ἀπάσης τῆς Ῥωσίας, σέμνωμα ἐγένου, καὶ ἰατρὸς τῶν πασχόντων πανθαύμαστος, καὶ ζηλωτὴς θείας πίστεως ἀπροσμάχητος.
Χαρᾶς καὶ εὐφροσύνης, ἔμπλεος κατέστης, τοῦ Παναγίου γὰρ Πνεύματος τὴν ἐπίπνοιαν, ἐδέξω Πάτερ Πατέρων ἐν τῇ καρδίᾳ σου.
Θεοτοκίον.
Πανάχραντε παρθένε, δέξου παρακλήσεις, σῶν ἱκετῶν ἀναξίων Θεόνυμφε, ταῖς τοῦ Ὁσίου πρεσβείαις δεόμεθα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Κῆρυξ Ἀναστάσεως τοῦ Χριστοῦ, καὶ φορεὺς ἀγάπης καὶ συγγνώμης εἰλικρινοῦς, Σεραφεὶμ παμμάκαρ, χαρᾶς καὶ εὐφροσύνης, ὁ κομιστὴς εἰς πάντας τοὺς δεομένους σου.
Ὥσπερ καλλικέλαδος ἀηδών, ἐντὸς τῆς ἐρήμου, συνετόνισας τὰς ᾠδάς, ψυχῆς τετρωμένης, ἐκ τῆς Θεοῦ ἀγάπης, ὦ Σεραφείμ Ἀγγέλων, χαρὰ καὶ καύχημα.
Σεραφεὶμ πανάριστε ὁδηγέ, τοὺς βυθιζομένους ἐν τῷ σκότει τῷ ζοφερῷ, φώτισον ταῖς θείαις, πρὸς Κύριον πρεσβείαις, καὶ τοὺς ἑσκοτισμένους εἰς φῶς ὁδήγησον.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Σεραφεὶμ τὸν θεῖον, τῆς ἀγάπης διδάσκαλον, καὶ χαρᾶς Κυρίου, τῆς Ἀναστάσεώς του, λαμπρὸν καὶ φωτοφόρον ἱεροκήρυκα.
Καί τὰ παρόντα Μεγαλυνάρια (τὰ δύο πρῶτα τοῦ Συναξαριστοῦ)
Χαίροις τῆς Ῥωσίας γόνος λαμπρός, τέκνον τῆς ἐρήμου, μοναζόντων ὑπογραμμός, Πνεύματος τὴν κτῆσιν, σκοπὸν ζωῆς κηρύττων, ὦ Σεραφεὶμ τοῦ Σάρωφ, ἄνθος μυρίπνοον.
Ὅλος ἀνακείμενος τῷ Χριστῷ, χαρίτων τῶν θείων, ἀναδέδειξαι θησαυρός, θαύμασι καὶ λόγοις, καὶ θείαις ὑποθήκαις, ὦ Σεραφεὶμ παμμάκαρ, φωτίζων ἅπαντας.
Πνεύματι Ἁγίῳ ἀνακραθείς, Σεραφεὶμ θεόφρον, καταυγάζεις σῇ βιοτῇ, κόσμον τὸν παρόντα, καὶ ἐκδιδάσκεις πάντας, τούτου διαῤῥαγῆναι, ἀύλοις πτέρυξι.
Θλίψεσι βαρούμενοι τὰς ψυχάς, τὴν χαρὰν αἰτοῦμεν, Ἀναστάσεως τοῦ Χριστοῦ, Σεραφεὶμ θεόφρον, δοθῆναι σαῖς πρεσβείαις, τοῖς τὴν σεπτήν σου, μνήμην γεραίρουσι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον λόγον.
Τῆς Ῥωσίας τὸν γόνον καὶ Σάρωφ καύχημα, ἡσυχίας ἐργάτην καὶ νοερᾶς προσευχῆς, Σεραφεὶμ Χριστοῦ φίλον τὸν γνήσιον, πάντες ὑμνήσωμεν πιστοί, ὡς θερμότατον φρουρόν, ψυχῶν τε καὶ τῶν σωμάτων, καὶ πρεσβευτὴν ἐν ἀνάγκαις, πρὸς τὸν Φιλάνθρωπον, Θεὸν ἡμῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Στῦλος προσευχῆς πυρσολαμπής, ὄντως Σεραφεὶμ ἀνεδείχθης, καὶ ὥσπερ Ἄγγελος, βίον ἐξεμέτρησας ἀύλοις στάσεσιν, καὶ Ἀδὰμ πρὸ τῆς πτώσεως ἀπαθὴς ἐγένου, ὅθεν καὶ τὴν ἄρκτον σου ἠπίαν ἔδειξας, νῦν οὖν ἱερώτατε πάτερ, σὲ κατασπαζόμεθα πάντες, καὶ πρὸς σὲ προστρέχομεν τὸν εὔσπλαγχνον.
Πατὴρ ἀγγελώνυμε, πρὸς σὲ τὸν γλυκύτατον, πάντες οἱ πιστοί, κλίνομεν τὸ γόνυ καὶ γεραίρομεν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.