Δευτέρα 22 Ιανουαρίου 2024
"ΠΡΟΦΗΤΕΙΕΣ ΩΡΑ ΜΗΔΕΝ"
Παρασκευή 19 Ιανουαρίου 2024
Πέμπτη 18 Ιανουαρίου 2024
Χαιρετισμοί της Υπεραγίας Θεοτόκου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνη τοῦ Ἰωσήφ σπουδῇ ἐπέστη ὁ Ἀσώματος, λέγων τη Ἀπειρογάμω: ὁ κλινας τη καταβάσει τοὺς οὐρανούς χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί. Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε!
ΣΤΑΣΙΣ Α'
Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τό, Χαῖρε (ἐκ γ´)· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο, καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα·
Χαῖρε, δι΄ ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι΄ ἧς ἡ ἀρὰ ἐκλείψει·
Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις·
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς·
Χαῖρε, ὅτι ὑπάρχεις βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα·
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως·
Χαῖρε, δι΄ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι΄ ἧς βρεφουργειται ο Κτίστης·
Χαῖρε, νύμφη ἀνύμφευτε.
Βλέπουσα ἡ ἁγία ἑαυτὴν ἐν ἁγνείᾳ φησὶ τῷ Γαβριὴλ θαρσαλέως· Τὸ παράδοξόν σου τῆς φωνῆς δυσπαράδεκτόν μου τῇ ψυχῆ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πως λέγεις; κράζων· Ἀλληλούϊα.
Γνῶσιν ἄγνωστον γνῶναι ἡ Παρθένος ζητοῦσα ἐβόησε πρὸς τὸν λειτουργοῦντα· Ἐκ λαγόνων ἁγνῶν υἱὸν πῶς ἐστὶ τεχθῆναι δυνατόν; λέξον μοι. πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ πρὶν κραυγάζων οὕτω·
Χαῖρε͵ βουλῆς ἀπορρήτου μύστις͵ χαῖρε͵ σιγῇ δεομένων πίστις·
Χαῖρε͵ τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον͵ χαῖρε͵ τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον·
Χαῖρε͵ κλῖμαξ ἐπουράνιε͵ δι΄ ἧς κατέβη ὁ Θεός· χαῖρε͵ γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν·
Χαῖρε͵ τὸ τῶν ἀγγέλων πολυθρύλητον θαῦμα· χαῖρε͵ τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα·
Χαῖρε͵ τὸ φῶς ἀρρήτως γεννήσασα· χαῖρε͵ τὸ πῶς μηδένα διδάξασα·
Χαῖρε͵ σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε͵ πιστῶν καταυγάζουσα φρένας·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Δύναμις τοῦ ὑψίστου ἐπεσκίασε τότε πρὸς σύλληψιν τῇ ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδὺν ὡς ἀγρὸν ἀπέδειξεν ἡδὺν ἅπασι τοῖς θέλουσι θερίζειν σωτηρίαν ἐν τῷ ψάλλειν οὕτως· Ἀλληλούϊα.
Ἔχουσα θεοδόχον ἡ Παρθένος τὴν μήτραν ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ· τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν τὸν ταύτης ἀσπασμὸν ἔχαιρε καὶ ἅλμασιν ὡς ᾄσμασιν ἐβόα πρὸς τὴν Θεοτόκον·
Χαῖρε͵ βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε͵ καρποῦ ἀκηράτου κτῆμα·
Χαῖρε͵ γεωργὸν γεωργοῦσα φιλάνθρωπον· χαῖρε͵ φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα·
Χαῖρε͵ ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν· χαῖρε͵ τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν·
Χαῖρε͵ ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· χαῖρε͵ ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις·
Χαῖρε͵ δεκτὸν πρεσβείας θυμίαμα· χαῖρε͵ παντὸς τοῦ κόσμου ἐξίλασμα·
Χαῖρε͵ θεοῦ πρὸς θνητοὺς εὐδοκία· χαῖρε͵ θνητῶν πρὸς Θεὸν παρρησία·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν ἄμεμπτε· μαθὼν δὲ σοῦ τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου ἔφη· Ἀλληλούϊα.
ΣΤΑΣΙΣ Β'
῎Ηκουσαν οἱ ποιμένες τῶν ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα͵ ἣν ὑμνοῦντες εἶπον·
Χαῖρε͵ ἀμνοῦ καὶ ποιμένος μήτηρ· χαῖρε͵ αὐλὴ λογικῶν προβάτων·
Χαῖρε͵ ἀοράτων εχθρῶν ἀμυντήριον· χαῖρε͵ παραδείσου θυρῶν ἀνοικτήριον·
Χαῖρε͵ ὅτι τὰ οὐράνια συναγάλλονται τῇ γῇ· χαῖρε͵ ὅτι τὰ ἐπίγεια συγχορεύουσι ουρανοῖς·
Χαῖρε͵ τῶν ἀποστόλων τὸ ἀσίγητον στόμα· χαῖρε͵ τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος·
Χαῖρε͵ στερρὸν τῆς πίστεως ἔρεισμα· χαῖρε͵ λαμπρὸν τῆς χάριτος γνώρισμα·
Χαῖρε͵ δι΄ ἧς ἐγυμνώθη ὁ Ἅδης· χαῖρε͵ δι΄ ἧς ἐνεδύθημεν δόξαν·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Θεοδρόμον ἀστέρα θεωρήσαντες μάγοι τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν͵ δι΄ αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα· καὶ φθάσαντες τὸν ἄφθαστον ἐχάρησαν αὐτῷ βοῶντες· Ἀλληλούϊα.
Ἴδον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς Παρθένου τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν͵ εἰ καὶ δούλου ἔλαβε μορφήν͵ ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ εὐλογημένῃ·
Χαῖρε͵ ἀστέρος ἀδύτου μήτηρ· χαῖρε͵ αὐγὴ μυστικῆς ἡμέρας·
χαῖρε͵ τῆς ἀπάτης τὴν κάμινον σβέσασα· χαῖρε͵ τῆς Τριάδος τοὺς μύστας φωτίζουσα·
χαῖρε͵ τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς· χαῖρε͵ Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν·
χαῖρε͵ ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· χαῖρε͵ ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων·
χαῖρε͵ πυρὸς προσκύνησιν παύσασα· χαῖρε͵ φλογὸς παθῶν ἀπαλλάττουσα·
χαῖρε͵ πιστων ὁδηγὲ σωφροσύνης· χαῖρε͵ πασῶν γενεῶν εὐφροσύνη·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Κήρυκες θεοφόροι γεγονότες οἱ μάγοι ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα͵ ἐκτελέσαντές σου τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν͵ ἀφέντες τὸν Ἡρώδη ὡς ληρώδη μὴ εἰδότα ψάλλειν· Ἀλληλούϊα.
Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης͵ Σωτήρ͵ μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν· οἱ τούτων δὲ ῥυσθέντες εβόων πρὸς τὴν Θεοτόκον·
Χαῖρε͵ ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε͵ κατάπτωσις τῶν δαιμόνων·
Χαῖρε͵ τῆς ἀπάτης τὴν πλάνην πατήσασα· χαῖρε͵ τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα·
Χαῖρε͵ θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν· χαῖρε͵ πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν·
Χαῖρε͵ πύρινε στύλε ὁδηγῶν τοὺς ἐν σκότει· χαῖρε͵ σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης·
Χαῖρε͵ τροφὴ τοῦ μάννα διάδοχε· χαῖρε͵ τρυφῆς ἁγίας διάκονε·
Χαῖρε͵ ἡ γῆ ἡ τῆς ἐπαγγελίας· χαῖρε͵ ἐξ ἧς ῥέει μέλι καὶ γάλα·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος͵ ἐπεδόθης ὡς βρέφος αὐτῷ͵ ἀλλ΄ ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος· διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν κράζων· Ἀλληλούϊα.
ΣΤΑΣΙΣ Γ'
Νέαν ἔδειξε κτίσιν ἐμφανίσας ὁ κτίστης ἡμῖν τοῖς ὑπ΄ αὐτοῦ γενομένοις͵ ἐξ ἀσπόρου βλαστήσας γαστρὸς καὶ φυλάξας ταύτην͵ ὥσπερ ἦν͵ ἄφθορον͵ ἱνα τὸ θαῦμα βλέποντες ὑμνήσωμεν αὐτὴν βοῶντες·
Χαῖρε͵ τὸ ἄνθος τῆς ἀφθαρσίας· χαῖρε͵ τὸ στέφος τῆς ἐγκρατείας·
Χαῖρε͵ ἀναστάσεως τύπον ἐκλάμπουσα· χαῖρε͵ τῶν ἀγγέλων τὸν βίον ἐμφαίνουσα·
Χαῖρε͵ δένδρον ἀγλαόκαρπον ἐξ οὗ τρέφονται πιστοί· χαῖρε͵ ξύλον εὐσκιόφυλλον͵ ὑφ΄ οὗ σκέπονται πολλοί·
Χαῖρε͵ κυοφοροῦσα οδηγόν πλανωμένοις· χαῖρε͵ ἀπογεννῶσα λυτρωτήν αιχμαλώτοις·
Χαῖρε͵ Κριτοῦ δικαίου δυσώπησις· χαῖρε͵ πολλῶν πταιόντων συγχώρησις·
Χαῖρε͵ στολὴ τῶν γυμνῶν παρρησίας· χαῖρε͵ στοργὴ πάντα πόθον νικῶσα·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Ξένον τόκον ἰδόντες ξενωθῶμεν τοῦ κόσμου͵ τὸν νοῦν εἰς οὐρανόν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος͵ βουλόμενος ἑλκυσαι πρὸς τὸ ὕψος τοὺς αὐτῷ βοῶντας· Ἀλληλούϊα.
Ὅλος ἦν ἐν τοῖς κάτω καὶ τῶν ἄνω οὐδ΄ ὅλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή͵ οὐ μετάβασις δὲ τοπικὴ γέγονε καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα·
Χαῖρε͵ Θεοῦ ἀχωρήτου χώρα· χαῖρε͵ σεπτοῦ μυστηρίου θύρα·
Χαῖρε͵ τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα· χαῖρε͵ τῶν πιστῶν ἀναμφίβολον καύχημα·
Χαῖρε͵ ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβίμ· χαῖρε͵ οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφίμ·
Χαῖρε͵ ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα· χαῖρε͵ ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα·
Χαῖρε͵ δι΄ ἧς ἐλύθη παράβασις· χαῖρε͵ δι΄ ἧς ἠνοίχθη παράδεισος·
Χαῖρε͵ ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας· χαῖρε͵ ἐλπὶς ἀγαθῶν αἰωνίων·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Πᾶσα φύσις ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς θεὸν ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον͵ ἡμῖν μὲν συνδιάγοντα͵ ἀκούοντα δὲ παρὰ πάντων ούτως· Ἀλληλούϊα.
Ρήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί͵ Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πῶς, καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας; ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες πιστῶς βοῶμεν·
Χαῖρε͵ σοφίας Θεοῦ δοχεῖον· χαῖρε͵ προνοίας αὐτοῦ ταμεῖον·
Χαῖρε͵ φιλοσόφους ἀσόφους δεικνύουσα· χαῖρε͵ τεχνολόγους ἀλόγους ἐλέγχουσα·
Χαῖρε͵ ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί· χαῖρε͵ ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί·
Χαῖρε͵ τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα· χαῖρε͵ τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα·
Χαῖρε͵ βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαῖρε͵ πολλοὺς ἐν γνώσει φωτίζουσα·
Χαῖρε͵ ὁλκὰς τῶν θελόντων σωθῆναι· χαῖρε͵ λιμὴν τῶν τοῦ βίου πλωτήρων·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς Θεὸς δι΄ ἡμᾶς ἐφάνη καθ΄ ἡμᾶς άνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας ὡς Θεὸς ἀκούει· Ἀλληλούϊα.
ΣΤΑΣΙΣ Δ'
Τεῖχος εἶ τῶν παρθένων͵ Θεοτόκε Παρθένε͵ καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κατεσκεύασέ σε Ποιητής͵ ἄχραντε͵ οἰκήσας ἐν τῇ μήτρᾳ σου καὶ πάντα σοι προσφωνεῖν διδάξας·
Χαῖρε͵ ἡ στήλη τῆς παρθενίας· χαῖρε͵ ἡ πύλη τῆς σωτηρίας·
Χαῖρε͵ ἀρχηγὲ νοητῆς ἀναπλάσεως· χαῖρε͵ χορηγὲ θεϊκῆς ἀγαθότητος·
Χαῖρε͵ σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς· χαῖρε͵ σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν·
Χαῖρε͵ ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα· χαῖρε͵ ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα·
Χαῖρε͵ παστὰς ἀσπόρου νυμφεύσεως· χαῖρε͵ πιστοὺς κυρίῳ ἁρμόζουσα·
Χαῖρε͵ καλὴ κουροτρόφε παρθένων· χαῖρε͵ ψυχῶν νυμφοστόλε ἁγίων·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Ὕμνος ἅπας ἡττᾶται συνεκτείνεσθαι σπεύδων τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γαρ τη ψάμμω ᾠδὰς, ἂν προσφέρωμέν σοι͵ Βασιλεῦ ἅγιε͵ οὐδὲν τελοῦμεν ἄξιον͵ ὧν δέδωκας ημιν τοῖς σοὶ βοῶσιν· Ἀλληλούϊα.
Φωτοδόχον λαμπάδα τοῖς ἐν σκότει φανεῖσαν ὁρῶμεν τὴν ἁγίαν Παρθένον· τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας͵ αὐγῇ τὸν νοῦν φωτίζουσα͵ κραυγῇ δὲ τιμωμένη ταῦτα·
Χαῖρε͵ ἀκτὶς νοητοῦ ἡλίου· χαῖρε͵ βολις τοῦ ἀδύτου φέγγους·
Χαῖρε͵ ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα· χαῖρε͵ ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα·
Χαῖρε͵ ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν· χαῖρε͵ ὅτι τὸν πολύρρητον ἀναβλύζεις ποταμόν·
Χαῖρε͵ τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον· χαῖρε͵ τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον·
Χαῖρε͵ λουτὴρ ἐκπλύνων συνείδησιν· χαῖρε͵ κρατὴρ κιρνῶν ἀγαλλίασιν·
Χαῖρε͵ ὀσμὴ τῆς Χριστοῦ εὐωδίας· χαῖρε͵ ζωὴ μυστικῆς εὐωχίας·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Χάριν δοῦναι θελήσας ὀφλημάτων ἀρχαίων ὁ πάντων χρεωλύτης ἀνθρώπων͵ ἐπεδήμησε δι΄ ἑαυτοῦ πρὸς τοὺς ἀποδήμους τῆς αὑτοῦ χάριτος· καὶ σχίσας τὸ χειρόγραφον ἀκούει παρὰ πάντων οὕτως· Ἀλληλούϊα.
Ψάλλοντές σου τὸν Τόκον, ανυμνοῦμεν σε πάντες ὡς ἔμψυχον ναόν͵ Θεοτόκε· ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρὶ, ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν͵ ἐδόξασεν͵ ἐδίδαξε βοᾶν σοι πάντας·
Χαῖρε͵ σκηνὴ τοῦ θεοῦ καὶ Λόγου· χαῖρε͵ ἁγία ἁγίων μείζων·
Χαῖρε͵ κιβωτὲ χρυσωθεῖσα τῷ πνεύματι· χαῖρε͵ θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε·
Χαῖρε͵ τίμιον διάδημα βασιλέων εὐσεβῶν· χαῖρε͵ καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν·
Χαῖρε͵ τῆς ἐκκλησίας ὁ ἀσάλευτος πύργος· χαῖρε͵ τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος·
Χαῖρε͵ δι΄ ἧς ἐγείρονται τρόπαια· χαῖρε͵ δι΄ ἧς ἐχθροὶ καταπίπτουσι·
Χαῖρε͵ φωτὸς τοῦ ἐμοῦ θεραπεία· χαῖρε ψυχῆς τῆς ἐμῆς σωτηρία·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Ὦ Πανύμνητε Μητερ͵ ἡ τεκοῦσα τὸν πάντων ἁγίων ἁγιώτατον Λόγον (γ΄)͵ δεξαμένη τὴν νῦν προσφοράν͵ ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας· Ἀλληλούϊα.
Τη ὑπερμάχω στρατηγῶ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοὶ ἡ Πόλις σου, Θεοτόκε, ἀλλ' ὦς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοί, Χαῖρε, Νύμφη ἀνύμφευτε.
50ος Ψαλμός : Ελέησόν με ο Θεός κατά το μέγα έλεός σου.
ΨΑΛΜΟΣ Ν’ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μέ. ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διαπαντός. σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῆς ἐν τοὶς λόγοις σου, καὶ νικήσης ἐν τῷ κρίνεσθε σέ. ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίες ἐκίσσησε μὲ ἡ μήτηρ μου. ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια της σοφίας σου ἐδήλωσας μοί. ραντιεῖς μὲ ὑσσώπω, καὶ καθαρισθήσομαι. πλυνεῖς μέ, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ἀκουτιεῖς μοὶ ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τᾶς ἀνομίας μου ἐξάλειψον. καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοὶς ἐγκάτοις μου. μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλης ἀπ’ ἐμοῦ. ἀπόδος μοὶ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἠγεμονικῶ στήριξον μέ. διδάξω ἀνόμους τᾶς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. ρύσαι μὲ ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου. ἀγαλλιάσεται ἡ γλώσσα μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. ἀγάθυνον, Κύριε, ἐν τὴ εὐδοκία σου τὴν Σιῶν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ΜΕΤΑΦΡΑΣΗ
Ἐλέησον μέ, ὢ Θεέ μου, σύμφωνα πρὸς τὸ μέγα καὶ ἄμετρον ἔλεός σου, καὶ σύμφωνα πρὸς τὸ πλῆθος τὸ ἀπέραντον τῶν οἰκτιρμῶν σου σβῆσε ὁλοτελῶς τοῦ ἀνομήματός μου τὸ βαρὺ χρέος. Πάλιν καὶ πάλιν πλύνε μὲ ἀπὸ τὸν ρύπον τῆς διπλῆς παραβάσεως τοῦ νόμου σου, εἰς τὴν ὁποίαν παρεσύρθην, καὶ ἀπὸ τὴν ἁμαρτίαν μου ἡ ὁποία μὲ κατέστησε μολυμένον καὶ ἀκάθαρτον, καθάρισε μέ. Ἐλέησον μὲ καὶ οἰκτείρησον μέ, διότι τὴν ἀνομίαν μου, τὴν ὁποίαν πρότερον τυφλωμένος δὲν ἀντελαμβανόμην, ἐγὼ τώρα τὴν γνωρίζω καὶ τὴν συναισθάνομαι, μέχρι σημείου ὥστε ἡ ἁμαρτία μου αὐτὴ νὰ μὴ φεύγη ποτὲ ἀπὸ τὸν νοῦν μου, ἀλλὰ νὰ τὴν ἔχω πάντοτε ἐμπρός μου, καὶ νὰ συντρίβωμαι διηνεκῶς δί΄ αὐτήν. Παρά σου ζητῶ τὴν ἄφεσιν τῆς ἁμαρτίας μου, διότι ὁποιονδήποτε καὶ ἐὰν ἠδίκησα δί΄ αὐτῆς, τὸν ἰδικόν μου σοῦ νόμον παρέβην καὶ ἡ κατὰ τοῦ πλησίον παρεκτροπὴ καὶ προσβολή μου ἐπὶ σὲ διαβαίνει. Εἰς σὲ καὶ μόνον ἠμάρτησα καὶ διέπραξα ἐκεῖνο, τὸ ὁποῖον εἰς τοῦ ὀφραλμούς σου εἶναι πονηρόν. Ὁμολογῶ καὶ κηρύττω δημοσὶα τὴν πρὸς σὲ ἁμαρτίαν μου, ἴνα ὅσοι βλέπουν τᾶς τιμωρίας πού μου ἐπέβαλες δί΄ αὐτὴν , μὴ σὲ ἐκλάβουν ἄδικον, ἀλλὰ ἀναγνωρισθῆς δίκαιος εἰς τοῦ λόγους καὶ τᾶς περὶ ἐμοῦ κρίσεις σου καὶ ἐξέλθης νικητής, ὅταν οἱ ἁγνοοῦτες τὰ πράγματα σὲ ἐπικρίνουν. Ἐλέησον μὲ καὶ οἰκτείρησον μέ, διότι ἰδού, φέρω κληρονομικὴν τὴν κλίσιν καὶ ροπὴν πρὸς τὴν ἁμαρτίαν. Διότι ἐν μέσῳ ἀνομιῶν καὶ παραβάσεων τοῦ νόμου σου συνελήφθην ἐν τὴ κοιλία τῆς μητρός μου καὶ ἐν μέσῳ ἁμαρτιῶν μὲ ἐκυοφόρησε καὶ μὲ ἐγέννησεν ἡ μήτηρ μου. Οἱ γονεῖς μου, ὅταν ἐγὼ συνελαμβανόμην καὶ ἐγεννώμην, διετέλουν ὅπως καὶ ὄλον τὸν γένος τῶν ἀνθρώπων ὑπὸ τὸ κράτος τοῦ προπατορικοῦ ἁμαρτήματος καὶ παρεσύροντο ὕπ΄ αὐτοῦ εἰς καθημερινᾶς παραβάσεις τοῦ νόμου. Ἀλλὰ σὺ δὲν ἀρέσκεσαι εἰς τὴν ἁμαρτωλὸν αὐτὴν κατάστασιν, διότι ἠγάπησας τὴν εὐθύτητα καὶ τὴν εἰλικρίνειαν τοῦ νοῦ καὶ τῆς καρδίας, δί΄ αὐτὸ δὲ καὶ μοῦ ἀπεκάλυψας καὶ μοῦ ἐφανέρωσας τὰ ἄδηλα καὶ ἀπόκρυφά της σοφίας σου, ἴνα διὰ τούτων ἀπαλλαγῶ ἀπὸ τὴν ἁμαρτίαν, ποὺ ἐμφωλεύει μέσα μου ἂπ αὐτῆς τῆς συλλήψεώς μου εἰς τὴν κοιλίαν τῆς μητρός μου. Τοῦτο ὅμως θὰ ἐπιτευχθῆ μόνον διὰ τῆς βοηθείας σου. Θὰ μὲ ραντίσης Σὺ μὲ τὸ ἔλεος καὶ τὴν χάριν σου ὡσὰν διὰ ραντιστηρίου ἐκ κλώνων ὑσσώπου καὶ θὰ καθαρισθῶ. Θὰ μὲ πλύνης καὶ θὰ λευκανθῶ γινόμενος λευκότερος καὶ ἀπὸ τὴν χιόνα. Ὅταν δὲ οὕτω μὲ συγχωρήσης καὶ μὲ λευκάνης, θὰ μὲ κάμης νὰ ἀκούσω καὶ νὰ αἰσθανθῶ ἀγαλλίασιν καὶ εὐφροσύνην, καὶ τὰ ἐκ τῆς ὀδύνης καὶ βαθείας συναισθήσεως συντετριμμένα ἤδη ὀστᾶ μου θὰ ἀνασκιρτήσουν ἐν χαρᾷ καὶ ἀγαλλιάσει. Στρέψε μακρὰν ἀπὸ τᾶς ἁμαρτίας μου τὸ πρόσωπόν σου, ὥστε νὰ μὴ βλέπης, ἀλλὰ νὰ λησμονήσης αὐτᾶς, καὶ σβῆσε τελείως, ὥστε νὰ μὴ φαίνωνται πλέον, πάσας τᾶς ἀνομίας μου. Κτίσε μέσα μου καρδίαν καθαράν, ἀνακαινίζων αὐτήν, ἡ ὁποία τώρα εἶναι ἀκάθαρτος καὶ ρέπει πρὸς τὸ κακόν, καὶ καθάρισον τὸν νοῦν μου, ὥστε νὰ ἐγκαινιάσης εἰς τὸ ἐσωτερικόν μου πνεῦμα καὶ κινήσεις τοῦ νοὸς εὐθείας καὶ ὀρθᾶς. Γέμισε τὸ ἐσωτερικόν μου μὲ ἁγνοὺς λογισμοὺς καὶ ἀγαθὴν προαίρεσιν. Μὴ μὲ ἀπορρίψης καὶ μὴ μὲ ἀποδιώξης ἀπὸ τὸ πρόσωπόν σου, ὥστε νὰ στερηθῶ τῆς ἐπιβλέψεώς σου καὶ τῆς συμπαθείας σου, καὶ μή μου ἀφαιρέσης τὸ Πνεῦμα σου τὸ Ἅγιον, ὥστε νὰ στερηθῶ τῆς βοηθείας καὶ ἐνισχύσεώς σου. Δός μου πάλιν τὴν ὑπὸ τῆς ἁμαρτίας φυγαδευθεῖσαν χαρὰν παρέχων μοὶ τὴν ἀγαλλίασιν, τὴν ὁποίαν δημιουργεῖ ἡ ἐκ τοῦ ἐλέους σου σωτηρία. Καὶ στήριξον μὲ ἐν τὴ νέα ταύτη καταστάσει διὰ σκέψεων σταθερῶν καὶ βουλήσεως ἰσχυρᾶς, ἡ ὁποία νὰ κυριαρχῆ μέσα μου καὶ νὰ μὲ κατευθύνη εἰς τὸ ἀγαθόν. Οὕτω δὲν θὰ παρέχω διὰ τοῦ παραδείγματός μου σκάνδαλον εἰς τοὺς ἄλλους, ἀλλὰ θὰ ἀφοσιωθῶ εἰς τὸ ἑξῆς εἰς τὴν οἰκοδομὴν αὐτῶν. Θὰ διδάξω ἀνόμους τᾶς ὁδούς σου, εἰς τᾶς ὁποίας θέλεις νὰ βαδίζωμεν, καὶ πολλοὶ ἐξ ἐκείνων, οἱ ὁποῖοι ἀσεβῶς ἀθετοῦν τᾶς ἐνολᾶς σου, θὰ ἐπιστραφοῦν ἐν μετανοίᾳ εἰς σέ. Ἐλευθέρωσε μέ, ὢ Θεέ μου, ὅστις εἶσαι ὁ σωτήρ μου. Ἡ γλώσσα μου μὲ χαρὰν καὶ ἀγαλλίασιν θὰ ὑμνῆ τὴν δικαιοσύνην σου, διὰ τῆς ὁποίας τιμωρῶν ἐν ἐλέει τὸ κακόν, ὁδηγεῖς καὶ πάλιν τοὺς διαπράττοντας αὐτὸ εἰς τὴν σωτηρίαν. Κύριε, διὰ τῆς ἀφέσεως, τὴν ὁποίαν θὰ μοῦ παράσχης, θὰ ἀνοίξης τὰ κλεισμένα ἀπὸ τὴν ἐντροπὴν τῆς ἁμαρτίας καὶ τὸν ἔλεγχον τῆς συνειδήσεως χείλη μου, καὶ τὸ στόμα μου θὰ ἐξαγγείλη τὸν ὕμνον καὶ τὸν ἔπαινόν σου. Θὰ περιορισθῶ νὰ σὲ ὑμνήσω μὲ ὅλην τὴν καρδίαν μου, διότι ἐὰν θὰ ἤθελες θυσίαν ὑλικήν, εὐχαρίστως θὰ ἔδιδα ταύτην. Ἀλλὰ σύ, καὶ ἄν σου προσφέρωμεν ὡς θυσίαν ζῶα, διὰ νὰ κατακαοῦν ἐπὶ τοῦ θυσιαστηρίου σου ὁλόκληρα, δὲν θὰ εὐαρεστηθῆς. Θυσία εὐπρόσδεκτος καὶ ἀρεστὴ εἰς τὸν Θεὸν εἶναι τὸ πνεῦμα, ποὺ ἔχει συντριβὴ ἀπὸ εἰλικρινῆ μετάνοιαν. καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην δὲν θὰ ἀπορρίψη ποτὲ ὁ Θεός. Εὐδόκησον, Κύριε, νὰ φανῆς ἀγαθὸς καὶ πρὸς τὴν Σιῶν καὶ διὰ τῆς εὐδοκίας σου καὶ τῆς καλωσυνής σοῦ ταύτης ἂς οἰκοδομηθοῦν τὰ τείχη τῆς Ἱερουσαλήμ. Τότε θὰ εὐαρεστηθῆς νὰ δεχθῆς πάντων τῶν εἰδῶν τᾶς θυσίας θὰ δεχθῆς θυσίαν προσφερόμενην σύμφωνα πρὸς τᾶς διατάξεις τοῦ Νόμου καὶ πρὸς τὸ δίκαιον. Θὰ δεχθῆς καὶ θυσίαν ἀναφορᾶς, καθὼς καὶ θύματα ἀκόμη καιόμενα ὁλόκληρα ἐπὶ τοῦ θυσιαστηρίου. τότε θὰ ἀνεβάσουν ἐπὶ τοῦ θυσιαστηρίου σου μόσχους, διὰ νὰ τοὺς προσφέρουν θυσίαν εἰς σέ.
ΠΗΓΗ: www.pistos.gr
18 ΙΑΝΟΥΑΡΙΟΥ: ΕΟΡΤΑΖΟΥΝ ΟΙ ΑΓΙΟΙ ΑΘΑΝΑΣΙΟΣ ΚΑΙ ΚΥΡΙΛΛΟΣ, ΠΑΤΡΙΑΡΧΕΣ ΑΛΕΞΑΝΔΡΕΙΑΣ. Eις τον Aθανάσιον. Ἀθανάσιον καὶ θανόντα ζῆν λέγω. Οἱ γὰρ δίκαιοι ζῶσι καὶ τεθνηκότες. Εις την φυγήν Κυρίλλου. Φυγῆς Κυρίλλου σήμερον μνήμην ἄγει, Ἀλλ' οὐ τελευτῆς τῆς ἀειμνήστου κτίσις. Τάρχυσαν ὀγδοάτῃ δεκάτῃ νέκυν Ἀθανασίου.
18 ΙΑΝΟΥΑΡΙΟΥ: ΕΟΡΤΑΖΟΥΝ ΟΙ ΑΓΙΟΙ ΑΘΑΝΑΣΙΟΣ ΚΑΙ ΚΥΡΙΛΛΟΣ, ΠΑΤΡΙΑΡΧΕΣ ΑΛΕΞΑΝΔΡΕΙΑΣ.
-
26 Απριλίου 1986, έλαβε χώρα το πυρηνικό ατύχημα στον αντιδραστήρα Νο. 4 του Πυρηνικού Σταθμού Παραγωγής Ενέργειας του Τσερνόμπιλ λίγο έξω...
-
ΒΙΝΤΕΟ - ΑΡΧΙΕΠΙΣΚΟΠΟΣ ΑΘΗΝΩΝ ΚΑΙ ΠΑΣΗΣ ΕΛΛΑΔΟΣ ΧΡΙΣΤΟΔΟΥΛΟΣ: Κράτα γερά μέσα σου τα ζώπυρα της πίστεως που παρέλαβες από τους γον...