Κυριακή 3 Απριλίου 2022

ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ - Περὶ τοῦ χαροποιοῦ πένθους.

 ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ

ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ

Περὶ τοῦ χαροποιοῦ πένθους

1. (801.) Πένθος κατὰ Θεόν ἐστι σκυθρωπότης ψυχῆς ἐνωδύνου καρδίας διάθεσις, ἀεὶ τὸ διψώμενον ἐμμανῶς ζητοῦσα· καὶ ἐν τῇ τούτου ἀποτυχίᾳ ἐμπόνως διώκουσα, καὶ ὄπισθεν τούτου ὁ δυνηρῶς ὀλολύζουσα.

2. Ἢ οὕτως· πένθος ἐστὶ κέντρον χρύσεον ψυχῆς πάσης προσηλώσεως καὶ σχέσεως γυμνωθέν· καὶ ἐν ἐπισκοπῇ καρδίας ὑπὸ τῆς ὁσίας λύπης καταπηχθέν.

3. Κατάνυξίς ἐστιν ἀένναος συνειδότος βασανισμός, διὰ νοερᾶς ἐξαγορεύσεως τὴν ἀνάψυξιν τοῦ πυρὸς τῆς καρδίας πραγματευόμενος.

4. Ἐξομολόγησίς ἐστι λήθη φύσεως, εἴπερ ἐπελάθετό τις τοῦ φαγεῖν τὸν ἄρτον αὐτοῦ.

5. Μετάνοιά ἐστιν ἄθλιπτος στέρησις (804.) πάσης παρακλήσεως σωματικῆς.

6. Τῶν μὲν προκοπτόντων ἔτι ἐν τῷ μακαρίῳ πένθει ἰδίωμα ἡ ἐγκράτεια καὶ σιωπὴ τῶν χειλέων τῶν δὲ προκοψάντων, ἀοργησία, καὶ ἀμνησικακία· τῶν τελειωθέντων ταπεινοφροσύνη, ἀτιμιῶν δίψα, θλίψεων ἀκουσίων πεῖνα ἑκούσιος, ἀκατακρισία ἁμαρτανόντων, συμπάθεια ὑπὲρ δύναμιν· ἀποδεκτέοι οἱ πρῶτοι, ἀξιεπαίνετοι οἱ δεύτεροι· μακάριοι δὲ οἱ πεινῶντες θλίψιν, καὶ διψῶντες ἀτιμίαν, ὅτι αὐτοὶ κορεσθήσονται τροφῆς ἀκορέστου. Κρατῶν πένθους πάσῃ ἰσχύϊ κράτει· πρὸ γὰρ ποιήσεως εὐαφαίρετον λίαν εἶναι πέφυκε·

7. καὶ ἀπὸ θορύβων καὶ φροντίδων σωματικῶν καὶ τρυφῆς, καὶ μάλιστα πολυλογίας καὶ εὐτραπελείας ὥσπερ κηρὸς ἀπὸ πυρὸς εὐχερῶς διαλυόμενον.

8. Μείζων τοῦ βαπτίσματος μετὰ τὸ βάπτισμα τῶν δακρύων πηγὴ καθέστηκεν, εἰ καὶ τολμηρόν ἐστί πως τὸ λεγόμενον· διότι ἐκεῖνο μὲν τῶν προγεγονότων ἐν ἡμῖν κακῶν ἐστι καθαρτήριον· τοῦτο δὲ τῶν μεταγεγονότων, κἀκεῖνο μὲν νήπιοι λαμβάνοντες, πάντες. ἐμολύναμεν· διὰ τούτου δὲ κἀκεῖνο ἀνακαθαίρομεν· ὃ εἰ μὴ δεδώρητο φιλανθρώπως ἐκ Θεοῦ τοῖς ἀνθρώποις, σπάνιοι ὄντως καὶ δυσεύρετοι οἱ σωζόμενοι.

9. Οἱ μὲν στεναγμοὶ, καὶ ἡ κατήφεια βοῶσι πρὸς Κύριον. Τὰ δὲ ἐκ φόβου δάκρυα πρεσβεύουσι· τὰ δὲ τῆς παναγίας ἀγάπης, τὴν ἱκεσίαν προσδεχθεῖσαν ἡμῖν ἐμφανίζουσιν.

10. Εἰ οὐδὲν οὕτω τῇ ταπεινοφροσύνῃ ὡς τὸ πένθος συνέρχεται, οὐδὲν πάντως αὐτῇ ὡς ὁ γέλως ἀνθέστηκεν.

11. Κατέχων κάτεχε τὴν μακαρίαν τῆς ὁσίας κατανύξεως χαρμολύπην· καὶ μὴ παύσῃ τῆς ἐν αὐτῇ ἐργασίας, ἄχρις οὗ μετάρσιον ἐκ τῶν ἐντεῦθεν τῷ Χριστῷ καθαρὸν παραστήσῃ σε

12. ἀνατυπῶν ἐν ἑαυτῷ μὴ παύσῃ καὶ διερευνῶν πυρὸς σκοτεινοῦ ἄβυσσον· καὶ ἀνελεεῖς ὑπηρέτας, ἀσυμπαθῆ κριτὴν καὶ ἀσυγχώρητον, χάος τε ἀπέρατον καταχθονίου φλογός, καὶ ὑπογείων, καὶ φοβερῶν τόπων, καὶ χασμάτων τεθλιμμένας καταβάσεις, καὶ τῶν τοιούτων πάντων εἰκόνας· ὅπως τῷ πολλῷ τρόμῳ στυφθεῖσα ἡ ἐνυπάρχουσα ἡμῶν τῇ ψυχῇ λαγνεία συναφθῇ τῇ ἀφθάρτῳ ἁγνείᾳ καὶ φωτὸς ἀΰλου πυρὸς παντὸς πλέον ἀποστίλβοντος ἐν αὐτῇ δέξηται [πένθους δεξαμένη] τὴν ἐμφάνειαν·

13. στῆθι ἐν προσευχῆς δεήσει σύντρομος, ὡς κατάδικος περιστάμενος δικαστῇ, ἵνα τῷ ἐκτὸς εἴδει, καὶ τῷ ἐντὸς ἤθει κατασβέσῃς θυμὸν δικαίου κριτοῦ. Οὐ γὰρ φέρει ὑπερορᾷν ψυχὴν χήραν κατωδύνως αὐτῷ περισταμένην, καὶ κόπους τῷ ἀκόπῳ παρέχουσαν.

14. Εἴ τις δάκρυον ψυχικὸν ἐκτήσατο, τούτῳ πᾶς τόπος εἰς πένθος ἁρμόδιος. Εἰ δὲ μόνον διὰ τοῦ ἐκτὸς ἐργάζεται, τοὺς τόπους καὶ τοὺς τρόπους διακρίνων οὐ μὴ παύσεται.

15. Ὡς ὁ κεκρυμμένος θησαυρός, τοῦ ἐπ᾿ ἀγορᾶς προκειμένου ἀσυλώτερος καθέστηκεν, οὕτω καὶ τὰ προλεχθέντα νοήσωμεν.

16. Μὴ γίνου ὡσεὶ νεκροὺς θάψαντες, ποτὲ μὲν ἐπ᾿ αὐτοῖς θρηνοῦντες, ποτὲ δὲ δι᾿ αὐτοὺς μεθυσκόμενοι· ἀλλὰ γενοῦ ὡς οἱ ἐν μετάλλοις δέσμιοι, καθ᾿ ὥραν ὑπὸ δημίων μαστιζόμενοι·

17. ὁ ποτὲ μὲν πενθῶν, ποτὲ δὲ τρυφῶν. καὶ γελειάζων, ὅμοιός ἐστι τῷ μετὰ ἄρτου (805.) τὸν κύνα τῆς φιληδονίας λιθάζοντι, ὃς τῷ μὲν σχήματι τοῦτον διώκει· τῷ δὲ πράγματι παρεδρεύειν τοῦτον προτρέπεται.

18. Γίνου σύννους ἀφιλένδεικτος, πρὸς τὴν ἑαυτοῦ καρδίαν ἐξεστηκώς. Δεδοίκασι γὰρ σύννοιαν οἱ δαίμονες, ὡς οἱ κλέπται τοὺς κύνας.

19. Οὐκ ἔστιν ἡμῖν, ὦ οὗτοι, ἐνταῦθα ἡ τοῦ γάμου κλῆσις, οὐκ ἔστιν, οὔκουν· πάντως δὲ εἰς πένθος ἑαυτῶν ὁ καλέσας ἡμᾶς ἐνταῦθα ἐκάλεσε.

20. Τινὲς δακρύοντες, μηδὲν τὸ παράπαν ἐν τῷ καιρῷ τῷ μακαρίῳ λογίζεσθαι ἑαυτοὺς ἀκαίρως βιάζονται, μὴ λογιζόμενοι, ὅτι δάκρυον ἀνέννοιον ἀλόγου φύσεως ἴδιον, καὶ οὐ λογικῆς· γέννημα ἐννοιῶν δάκρυον· πατὴρ δὲ ἐννοίας λογισμὸς καὶ νοῦς.

21. Γινέσθω σοι ἡ ἐν τῇ κλίνῃ σου ἀνάκλισις τῆς ἐν τῷ τάφῳ σου κατακλίσεως τύπος, καὶ ἧττον ὑπνώσεις. Καὶ αὐτή σοι ἡ τῆς τραπέζης ἀπόλαυσις, τῆς τῶν σκωλήκων ἐκείνων ὀδυνηρᾶς τραπέζης γενέσθω ἀνάμνησις· καὶ ἧττον τρυφήσεις· μηδὲ τοῦ ποτοῦ τοῦ ὕδατος μεταλαμβάνων τῆς δίψης τῆς φλογὸς ἐκείνης ἀμνημονήσεις· καὶ πάντως βιάσῃ τὴν φύσιν.

22. Ἐπὶ δὲ τῇ τοῦ ἐπιστατοῦντος ἡμῖν ἐντίμῳ ἀτιμίᾳ καὶ ἐπιπλήξει, καὶ ἐπιτιμίᾳ τῆς τοῦ κριτοῦ φοβερᾶς ἐννοηθῶμεν ἀποφάσεως· καὶ πάντως τὴν ἐπισπειρομένην ἄλογον λύπην καὶ πικρίαν πραότητι καὶ ὑπομονῇ, ὡς ἐν διστόμῳ μαχαίρᾳ κατασφάξομεν.

23. Χρόνῳ σπανίζεται θάλασσα, ὥς φησιν ὁ Ἰὼβ, καὶ χρόνῳ καὶ ὑπομονῇ κατὰ μικρὸν τὰ εἰρημένα ἐν ἡμῖν προσγίνεται καὶ τελειοῦται.

24. Πυρὸς αἰωνίου μνήμη καθ᾿ ἑσπέραν συγκοιμηθήτω σοι, καὶ συναναστήτω σοι· καὶ οὐ μή σου ῥᾳθυμία ἐν καιρῷ ψαλμῳδίας κυριεύσῃ ποτέ.

25. Πεισάτω σε πρὸς ἐργασίαν πένθους, κἂν αὐτό σου τὸ ἔνδυμα. Πάντες γὰρ οἱ νεκροὺς θρηνοῦντες, μέλανα περιβάλλονται. Εἰ μὲν οὐ πενθεῖς, διὰ τοῦτο πένθει· εἰ δὲ πενθεῖς, διὰ τοῦτο θρήνει μᾶλλον, ὅτι ἐξ ἀπόνου τάξεως εἰς ἐπίπονον ἑαυτὸν κατήγαγες διὰ τῶν σῶν πταισμάτων κρίνεται πάντως παρὰ τῷ καλῷ καὶ δικαίῳ ἡμῶν κριτῇ,

26. ὡς ἐν ἅπασι, καὶ ἐν τοῖς δάκρυσι ἡ τῆς φύσεως δύναμις. Εἶδον γὰρ μικρὰς σταγόνας δίκην αἵματος μετὰ πόνου προχεομένας· καὶ εἶδον πηγὰς ἀπόνως προχεομένας, καίπερ ἔγωγε κατὰ τὸν πόνον μᾶλλον, καὶ οὐ κατὰ τὸ δάκρυον τοὺς κάμνοντας ἔκρινα· οἶμαι δὲ καὶ ὁ Θεός.

27. Οὐχ ἁρμόζει πενθοῦσι θεολογία· διαλύειν γὰρ αὐτῶν τὸ πένθος πέφυκεν. Ὁ μὲν γὰρ τῷ ἐπὶ θρόνου καθημένῳ διδασκαλικῷ ἔοικεν· ὁ δὲ, τῷ ἐπὶ κοπρίας καὶ σάκκου διατρίβοντι. Καὶ τοῦτό ἐστιν, ὡς οἶμαι, ὅπερ καὶ Δαυΐδ, εἰ καὶ διδάσκαλος καὶ σοφὸς ὑπῆρχεν, ἡνίκα ἐπένθει, πρὸς τοὺς ἐρωτῶντας ἀπεκρίνατο· Πῶς ᾄσω τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; ἤγουν, ἐμπαθείας.

28. Καὶ ἐπὶ τῆς κτίσεως, καὶ ἐπὶ τῆς κατανύξεώςἐστιν αὐτοκίνητος καὶ ἑτεροκίνητος. Ὅταν ἡ ψυχὴ, καὶ ὑμῶν μὴ σπευσάντων, μηδὲ ἐπιτηδευσάντων δακρυώδης καὶ κάθυγρος καὶ ἠπία γένηται, δράμωμεν, ὁ γὰρ Κύριος ἀκλήτως ἐλήλυθε· σπόγγον ἡμῖν διδοὺς λύπης θεοφιλοῦς, καὶ ὕδωρ ἀναψύξεως δακρύων θεοσεβῶν πρὸς τὴν ἐξάλειψιν τῶν ἐν τῷ (808.) χάρτῃ πταισμάτων, φύλαξον ταύτην ὡς κόρην ὀφθαλμοῦ ἄχρις οὗ ὑποχωρήσῃ· πολλὴ γὰρ ἡ ἰσχὺς τούτου, ὑπὲρ τὴν τοῦ ἐξ ἡμετέρας σπουδῆς καὶ ἐπινοίας προσγινομένου· οὐχ ὅτε βούλεται ὁ πενθῶν, οὗτος κάλλος πέφθακε πένθους·

29. ἀλλ᾿ ὁ ἐν οἷς ἐὰν βούληται· καὶ οὐδὲ ἐν οἷς ἂν βούληται, ἀλλ᾿ ὁ καθὼς Θεὸς βούλεται.

30. Πολλάκις τῷ κατὰ Θεὸν πένθει τὸ τῆς κενοδοξίας ἀχαρίτωτον συμπλέκεται δάκρυον. Τοῦτο δὲ δοκίμως καὶ εὐσεβῶς ἐπιγνωσόμεθα, ὁπόταν πενθοῦντας καὶ πονηρευομένους ἑαυτοὺς ἴδωμεν.

31. Κατάνυξις κυρία ἐστὶν, ἀμετεώριστος ὀδύνη ψυχῆς μηδεμίαν ἑαυτῇ παρηγορίαν παρέχουσα, μόνην δὲ τὴν ἑαυτῆς ἀνάλυσιν καθ᾿ ὥραν φανταζομένη, καὶ τὴν τοῦ παρακαλοῦντος Θεοῦ τοὺς ταπεινοὺς μοναχοὺς παράκλησιν ὡς ὕδωρ ψυχρὸν προσδεχομένη.

32. Ὅσοι ἐν αἰσθήσει καρδίας πένθος ἐκτήσαντο, οὗτοι καὶ αὐτὴν τὴν ἑαυτῶν ζωὴν ἐμίσησαν· τὸ δὲ ἑαυτῶν σῶμα, ὡς ἐχθρὸν ἀπεστράφησαν.

33. Ὁπόταν ἐν τοῖς κατὰ Θεὸν πενθεῖν δοκοῦσιν ὀργὴν καὶ ὑπερηφανίαν θεασώμεθα, τούτων τὰ δάκρυα ἐναντία λογισώμεθα· Ποία γὰρ κοινωνία φωτὶ πρὸς σκότος;

34. Γέννημα μὲν νενοθευμένης κατανύξεως, οἴησις, ἐπαινουμένης δὲ παράκλησις·

35. ὥσπερ ἀναιρετικὸν τὸ πῦρ καλάμης, οὕτω τὸ δάκρυον τὸ ἁγνὸν παντὸς φαινομένου, καὶ νοουμένου ῥύπου.

36. Ὁ περὶ τῶν δακρύων λόγος παρὰ πολλοῖς τῶν Πατέρων σκοτεινός τις καὶ δυσεύρετος, ἐν τοῖς εἰσαγωγικοῖς μάλιστα εἶναι ὁρίζεται, καὶ ἐκ πολλῶν καὶ διαφόρων τρόπων ταῦτα τίκτεσθαι. Λέγω δὴ ἐκ φύσεως, ἐκ Θεοῦ, ἐκ θλίψεως ἐναντίας· ἐξ ἐπαινουμένης, ἐκ κενοδοξίας, ἐκ πορνείας, ἐξ ἀγάπης, ἐκ μνήμης θανάτου, καὶ ἑτέρων πολλῶν·

37. τοὺς δὲ τούτων ἁπάντων τρόπους φόβῳ Θεοῦ γυμνάσαντες, τὰ τῆς ἡμετέρας ἀναλύσεως καθαρὰ καὶ ἄδολα ἑαυτοῖς περιποιησώμεθα δάκρυα· οὐ γάρ ἐστιν ἐν αὐτοῖς κλοπὴ ἢ οἴησις. Κάθαρσις δὲ μᾶλλον καὶ ἀγάπης τῆς εἰς Θεὸν προσκοπὴ, καὶ ἁμαρτίας ἔκπλυσις, καὶ παθῶν ἀπάθεια.

38. Τὸ μὲν γὰρ ἐξ ἀγαθῶν ἄρξασθαι τοῦ πένθους δακρύων, καὶ εἰς πονηρὰ καταλῆξαι, οὐ θαῦμα. Τὸ δὲ ἐξ ἐναντίων ἢ φυσικῶν εἰς πνευματικὰ μετεγκεντρίσαι ἀξιέπαινον· τοῦτο δὲ τὸ πρόβλημα οἱ περὶ τὴν κενοδοξίαν ἐπιῤῥεπῶς ἔχοντες, σαφῶς ἐπίστανται.

39. Μὴ πίστευε σαῖς πηγαῖς πρὸ τελείας καθάρσεως· οὐ γὰρ ἔχει πίστιν οἶνος εὐθέως ἐκ τῶν ληνῶν ἐγκλειόμενος.

40. Ὅτι μὲν ἅπαντα τὰ κατὰ Θεὸν ἡμῶν δάκρυα ὠφέλημα, ὁ ἀντιλέγων οὐδείς· τίς δὲ ἐκ τούτων προσγινομένη ὄνησις, ἐν καιρῷ τῆς ἐξόδου γνωσόμεθα.

41. Ὅστις ἐν πένθει διηνεκεῖ κατὰ Θεὸν πορεύεται, οὗτος καθ᾿ ἡμέραν ἑορτάζων οὐ παύεται. Ὃς σωματικῶς ἑορτάζων οὐ παύεται, τοῦτον πένθος αἰώνιον μέλλει διαδέχεσθαι.

42. Οὐκ ἔστι καταδίκοις ἐν φυλακῇ χαρμονὴ, καὶ οὐκ ἔστι μοναχοῖς ἀληθινοῖς ἐπὶ γῆς ἑορτή. Καὶ ἴσως διὰ τοῦτο ἐκεῖνος ὁ καλλίπενθος στενάζων ἔλεγεν· Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἀγαλλιασθῆναι λοιπὸνἐν τῷ ἀῤῥήτῳ φωτί σου.

43. Γενοῦ ὡς βασιλεὺς ἐν τῇ σῇ καρδίᾳ, ὑψηλὸς ἐν ταπεινώσει καθήμενος, καὶ (809.) κελεύων τῷ γέλωτι· Πορεύου, καὶ πορεύεται· καὶ τῷ κλαυθμῷ τῷ γλυκεῖ· Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ ἡμῶν, καὶ τυράννῳ σώματι· Ποίησον τοῦτο, καὶ ποιεῖ.

44. Εἴ τις τὸ μακάριον καὶ κεχαριτωμένον πένθος ὥσπερ διπλοΐδα νυμφικὴν ἐνεδύσατο, οὗτος τὸν τῆς ψυχῆς πνευματικὸν ἐγνώρισε γέλωτα.

45. Τίς ἆρα τοιοῦτός ἐστιν ὃς τὸν ἑαυτοῦ χρόνον ἅπαντα τὸν ἐν τῇ μοναδικῇ πολιτείᾳ οὕτως δεδαπάνηκεν εὐσεβῶς, ὡς μὴ ἡμέραν, μὴ ὥραν, μὴ ῥοπὴν ζημιωθεῖν ποτε, ἀλλὰ τῷ Κυρίῳ ταύτην ἐξαναλῶσαι, λογιζόμενος ὡς οὐκ ἔστι τὴν αὐτὴν ἡμέραν δὶς ἐν τῷ βίῳ θεάσασθαι.

46. Μακάριος μὲν μοναχός, ὁ τοῖς τῆς ψυχῆς ὄμμασιν ταῖς νοεραῖς δυνάμεσιν ἐνατενίζειν δυνάμενος· ἄπτωτος δὲ ἀληθῶς ὁ τὰς ἑαυτοῦ παρειὰς τοῖς αἰσθητοῖς ὄμμασιν ἐκ μνήμης θανάτου καὶ πταισμάτων διηνεκῶς καταβρέχων τοῖς ζῶσι δάκρυσι· κοπιῶ δὲ πιστεύειν ὡς χωρὶς τῆς δευτέρας καταστάσεως, ἡ προτέρα ἐβάδισεν.

47. Εἶδον ἐγὼ προσαίτας, καὶ πτωχοὺς ἀναιδεῖς, ἀστείοις τισὶ ῥήμασι, καὶ αὐτὰς τὰς βασιλέων καρδίας εἰς συμπάθειαν συντόμως κατακλίναντας.

Καὶ εἶδον πτωχοὺς καὶ πένητας τῶν ἀρετῶν οὐκ ἀστείοις, ἀλλὰ μᾶλλον ταπεινοῖς τισι, καὶ σκοτεινοῖς, καὶ ἐξαπόροις ῥήμασιν ἐκ βαθείας καὶ ἀπεγνωσμένης καρδίας πρὸς τὸν ἐπουράνιον βασιλέα ἀναισχύντως καὶ ἐπιμόνως ἀνακράζοντας· καὶ τῇ αὐτῶν βίᾳ τὴν ἀβίαστον αὐτοῦ βιασαμένους εὐσπλαγχνίαν καὶ φύσιν·

48. ὁ ἐπὶ τοῖς ἑαυτοῦ δάκρυσι ψυχικῶς φυσιούμενος, καὶ τοὺς μὴ δακρύοντας ἐν ἑαυτῷ κατακρίνων, ὅμοιός ἐστι τῷ ὅπλον κατὰ τοῦ ἑαυτοῦ ἐχθροῦ ἐκ τοῦ βασιλέως αἰτησαμένῳ, ἑαυτὸν δὲ ἐν τούτῳ διαχειρησαμένῳ.

49. Οὐ δέεται, ὦ οὗτοι, οὐδὲ βούλεται Θεὸς ἄνθρωπον ἐξ ὀδύνης καρδίας πενθεῖν· ἀλλὰ μᾶλλον ἐξ ἀγάπης πρὸς αὐτὸν ἐν γέλωτι ψυχῆς ἀγάλλεσθαι.

50. Ἄνελε τὴν ἁμαρτίαν, καὶ περιττὸν τὸ κατώδυνον δάκρυον τοῖς αἰσθητοῖς ὄμμασιν. Οὐδὲν γὰρ ξηρίου μὴ παρόντος μόλωπος. Οὐκ ἦν ἐν τῷ Ἀδὰμ πρὸ τῆς παραβάσεως δάκρυον· ὥσπερ οὐδὲ μετὰ τὴν ἀνάστασιν λοιπὸν καταργουμένης τῆς ἁμαρτίας· Εἴπερ ἀπέδρα ὀδύνη τότε, λύπη καὶ στεναγμός.

51. Εἶδον ἔν τισι πένθος, καὶ εἶδον ἐν ἑτέροις διαπορίαν πένθους· πένθος καίπερ ἔχοντες, ὡς μὴ κατέχοντες διάκεινται· καὶ διὰ τῆς καλῆς ἁγνείας ἄσυλοι διαμένουσι. Καὶ οὗτοί εἰσι, περὶ ὧν εἴρηται· Κύριος σοφοῖ τυφλούς.

52. Πέφυκε πολλάκις τοὺς κουφοτέρους καὶ τὸ δάκρυον ἐπαίρειν· διόπερ καί τισιν οὐ δίδοται· οἵτινες ἐπὶ τῇ τούτου ζητήσει, ἑαυτοὺς ταλανίζουσι, καὶ καταδικάζουσι, στεναγμοῖς καὶ κατηφείᾳ καὶ λύπῃ ψυχῆς καὶ βαθείᾳ σκυθρωπότητι, καὶ ἐξαπορίᾳ, ἅπερ ἀναπληροῦν τὸν τοῦ δακρύου τόπον ἀκινδύνως πεφύκασιν, εἰ καὶ εἰς οὐδὲν παρ᾿ αὐτοῖς συμφερόντως λογίζονται.

53. Ἐπιτηρήσοντες πολλάκις εὑρήσομεν γελοῖον πικρὸν παρ᾿ αὐτοῖς δαίμοσι καθ᾿ ἡμῶν γινόμενον. Κορεσθέντας γὰρ ἡμᾶς κατανύσσουσι, καὶ νηστεύοντας σκληρύνουσιν, ἵνα τοῖς νόθοις δάκρυσιν ἀπατηθέντες τῇ μητρὶ τῶν παθῶν τροφῇ, ἑαυτοὺς (812.) ἐκδώσωμεν· οἷστισιν οὐ πείθεσθαι δεῖ· μᾶλλον δὲ τοὐναντίον ποιεῖν.

54. Ἐγὼ δὲ καὶ αὐτὴν τὴν τῆς κατανύξεως ποιότητα ἐννοῶν ἐξίσταμαι· πῶς δὲ πένθος, καὶ λύπη λεγομένη τὴν χαρὰν καὶ τὴν εὐφροσύνην ἔνδοθεν ὥσπερ μελικηρίῳ συμπεπλεγμένην κέκτηται. Τί δὲ ἐκ τούτου μανθάνομεν; Ὅτι κυρίως Κυρίου δῶρον ἡ τοιαύτη κατάνυξις καθέστηκεν· οὐκ ἔστιν ἐν τῇ ψυχῇ τότε ἀνήδονος ἡδονὴ, τοῦ Θεοῦ λεληθότως παρακαλοῦντος τοὺς συντεθλασμένους τῇ καρδίᾳ·

55. πρὸς δὲ ὄντως πένθους ἐναργεστάτου, καὶ ὀδύνης ὀνησιφόρου ὑπόθεσιν ἀκούσωμεν ψυχωφελοῦς καὶ ἐλεεινοτάτου διηγήματος.

Στέφανός τις οἰκῶν ἐνταῦθα, τὸν ἐρημικὸν καὶ ἡσύχιον ἀσπαζόμενος βίον χρόνους τε ἱκανοὺς ἐν μοναδικῇ διατρίψας παλαίστρᾳ, νηστείαις τε μάλιστα καὶ δάκρυσι κατακεκοσμημένος, καὶ ἑτέροις ἀγαθοῖς πλεονεκτήμασι περιηνθισμένος ὑπάρχων, ἐκέκτητο τὴν κέλλαν πρὸς τῇ καταβάσει τοῦ ἁγίου καὶ θεόπτου ἡλίου ἐν τῷ ἁγίῳ τούτῳ ὄρει· οὗτός τε, οὗτος ὁ ἀοίδιμος κατείληφε σκοπῷ πρὸς σκοπὸν ἐνεργεστέρας καὶ στενοτέρας, καὶ ἐπιπόνου μετανοίας, τὸν τόπον τῶν ἀναχωρητῶν, τὸν καλούμενον Σίδδην, πεποιηκώς τε ἐκεῖσε ἐν στενοτάτῃ καὶ ἐπιτεταγμένῃ διαίτῃ χρόνους τινάς, ἐπεὶ ἀπαράκλητος ὁ τύπος καὶ πάσης ἀνθρώπου διόδου ἀνεπίβατος. ὡς ἔτυχεν ἂν ἀπὸ ἑβδομήκοντα μιλίων τοῦ κάστρου, ἀνέρχεται περὶ τὰ ἑαυτοῦ ἔσχατα ἐν τῷ ἰδίῳ κελλίῳ ἐν τῇ ἁγίᾳ κορυφῇ ὁ γέρων. Εἶχε δὲ ἐκεῖ καὶ δύο μαθητὰς Παλαιστινοὺς εὐλαβεῖς πάνυ· οἳ καὶ ἐφύλαττον τὸ κελλίον τοῦ γέροντος. Ποιήσας οὖν ὀλίγας ἡμέρας ὁ γέρων ἀσθενεῖ ἀσθένειαν, ἐν ᾗ καὶ ἐπιτελειώθη. Πρὸ οὖν μιᾶς ἡμέρας τοῦ ἀναλύσαι, ἐξίσταται τῷ νοῒ καὶ τῶν ὀφθαλμῶν ἀνεῳγμένων κατενόει εἰς τὰ δέξια, καὶ εἰς τὰ ἀριστερὰ τῆς κλίνης· καὶ ὡς ὑπό τινων λογοθετούμενος, ἔλεγε πάντων ἀκουόντων τῶν περισταμένων, ποτὲ μέν· Ναὶ, ὄντως, ἀλήθεια, ἀλλ᾿ ἐνήστευσα τοσούτους χρόνους ὑπὲρ τούτου εἶτα πάλιν· Οὐχὶ, ὄντως ψεύδεσθε, τοῦτο οὐκ ἐποίησα· καὶ πάλιν· Ναὶ, ἀληθῶς τοῦτο, ναί· ἀλλ᾿ ἔκλαυσα, ἀλλὰ διηκόνησα· καὶ πάλιν· Οὐχὶ, ὅλως κατηγορεῖτέ μου. Ἔστι δὲ ὅτε εἴς τινα ἔλεγε· Ναὶ, ἀληθῶς, ναί· καὶ πρὸς τοῦτο τί εἰπεῖν οὐκ οἶδα· ἐν τῷ Θεῷ ἐστιν ἔλεος. Καὶ ἦν ἀληθῶς θέαμα φρικτὸν καὶ φοβερόν, ἀόρατον καὶ ἀσυγχώρητον λογοθέσιον· καὶ τὸ φοβερώτερον, ὅτι καὶ ἃ οὐκ ἐποίησε, κατηγόρουν αὐτοῦ.

Βαβαὶ, ὁ ἡσυχαστὴς καὶ ἀναχωρητὴς ἔλεγεν εἴς τινα τῶν ἑαυτοῦ πταισμάτων, ὅτι Πρὸς ταῦτα εἰπεῖν οὐκ οἶδα, ἔχων που λοιπὸν περὶ τὰ τεσσαράκοντα ἔτη μοναχός, καὶ ἔχων τὸ δάκρυον. Οἴ μοι, οἴ μοι, ποῦ ἦν τότε ἡ τοῦ Ἰεζεκιὴλ φωνὴ, ἵνα εἴπῃ πρὸς αὐτοὺς, ὅτι Ἐν ᾧ εὕρω σε, ἐν αὐτῷ καὶ κρινῶ σε, εἶπεν ὁ Θεός. Ὄντως οὐδὲν τοιοῦτον εἰπεῖν ἠδυνήθη· τίνος χάριν δόξα τῷ μόνῳ γινώσκοντι· τινὲς δέ μοι, ὡς ἐπὶ Κυρίου διηγήσαντο, ὅτι καὶ λεοπάρδῳ ἀπὸ χειρὸς παρέβαλεν εἰς τὴν ἔρημον· καὶ οὕτω λογοθετούμενος, τοῦ σώματος ἐχωρίσθη, τί τὸ κρῖμα, ἢ τὸ πέρας, ἢ ἀπόφασις αὐτοῦ, ἢ τὸ τέλος τοῦ λογοθεσίου κατάδηλον μὴ ποιησάμενος.

56. (813.) Ὥσπερ χήρα τὸν ἑαυτὴς ἄνδρα ἀποβαλοῦσα, καὶ μονογενῆ υἱὸν κεκτημένη μετὰ Κύριον, ἐκεῖνον μόνον παραμυθίαν κέκτηται· οὕτω καὶ ψυχῆς πεσούσης οὐκ ἔστι παραμυθία τις ἑτέρα ἐν καιρῷ ἐξόδου, ὡς οἱ κόποι τοῦ λαιμοῦ, καὶ τὸ δάκρυον.

57. Οὐ μελῳδήσουσιν οἱ τοιοῦτοί ποτε, οὐδὲ ἀλαλάζουσιν ἐν ὕμνοις πρὸς ἑαυτούς· λυμαντικὰ γὰρ τὰ τοιαῦτα τοῦ πένθους καθεστήκασιν. Ἂν διὰ τούτων προσκαλεῖσθαι αὐτὸ ἐπιτηδεύῃς, ἔτι πόῤῥω ἀπό σου ἀφέστηκε τὸ ἔργον· πένθος γάρ ἐστιν πεποιωμένον ἄλγημα ψυχῆς ἐμπύρου·

58. πρόδρομον ἐν πολλοῖς τῆς μακαρίας ἀπαθείας τὸ πένθος γέγονε, προευτρεπίσαν, καὶ προσαρῶσαν, καὶ ἀναλῶσαν τὴν ὕλην.

59. Διηγήσατό μοί τις τούτου τοῦ καλοῦ ἐργάτης δόκιμος, ὅτι περ, φησὶν, ἐπιτηδεύοντί μοι πολλάκις πρὸς κενοδοξίαν, ἣ ὀργὴν, ἢ γαστρὸς κόρον ἐκφέρεσθαι, ὁ τοῦ πένθους ἔσωθεν διεμαρτύρατό μοι λογισμός, καί φησι· Μὴ κενοδοξήσῃς, ἐπὶ ἀναχωρῶ σου, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων παθῶν. Ἐγὼ δὲ πρὸς αὐτὸν ἔλεγον· Οὐ μή σου παρακούσω ποτὲ, ἄχρις οὗ τῷ Χριστῷ παραστήσῃς.

60. Ἄβυσσος μὲν πένθους παράκλησιν ἐθεάσατο. καθαρότης δὲ καρδίας ἐδέξατο ἔλλαμψιν. Ἔλλαμψίς ἐστιν ἄῤῥητος ἐνέργεια, νοουμένη ἀγνώστως, καὶ ὁρωμένη ἀοράτως· παράκλησίς ἐστιν ἐνωδύνου ψυχῆς ἀνάψυξις, νηπίου δίκην ἐν ἑαυτῇ κλαυθμηριζομένης ἅμα καὶ φαιδρῶς μειδιώσης. Ἀντίληψίς ἐστι ψυχῆς ἀνανέωσις, καταπεσούσης λύπη, τὸ ἐνώδυνον δάκρυον εἰς ἀνώδυνον θαυμασίως μεταποιήσασα.

61. Δάκρυα ἐξόδου ἀπέτεκον φόβον· φόβου δὲ τεκόντος ἀφοβίαν, ἐπιφαίει χαρὰ, χαρᾶς δὲ ἀκαταλήκτου ληξάσης τῆς ὁσίας ἀγάπης, ἀνέτειλε τὸ ἄνθος.

62. Ἀπόθου ὡς οὐκ ἄξιος ἐν χειρὶ ταπεινώσεως ἐπιδημοῦσαν χαράν, ἵνα μὴ εὐπαράδεκτος ὢν, δέξῃ λύκον ἀντὶ ποιμένος.

63. Μὴ πρόστρεχε θεωρίᾳ ἐν οὐ καιρῷ θεωρίας, ἵνα σου τοῦ κάλλους τῆς ταπεινώσεως καταδιώξηται, καὶ καταλήψηται, καὶ εἰς αἰῶνα αἰώνων συναφθήσεταί σοι ἐν πανάγνῳ γάμῳ.

64. Ἐν ἀρχαῖς μὲν αὐταῖς γνωρίζων ὁ νήπιος τὸν πατέρα, χαρᾶς ὅλος πεπληρωμένος γίνεται· τούτου δὲ πρὸς χρόνον οἰκονομικῶς ἀποδημοῦντος, εἶτα πάλιν ἐπιδημοῦντος, χαρᾶς ὁ παῖς καὶ λύπης ἀνάμεστος γίνεται· χαρᾶς μὲν, ὡς τὸν ποθούμενον ἰδών· λύπης δὲ, διὰ τὴν τοῦ τοσούτου χρόνου τοῦ καλοῦ κάλλους στέρησιν.

65. Κρύπτει μήτηρ ἑαυτὴν τοῦ νηπίου, καὶ τούτου ἐνοδύνως ἐπιζητοῦντος αὐτὴν ὁρῶσα, τέρπεται, παιδεύουσα, αὐτὸ διηνεκῶς προσκολλᾶσθαι αὐτῇ· καὶ τὸ φίλτρον αὐτοῦ τὸ πρὸς ἑαυτὴν σφοδρῶς ἀναφλέγουσα. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω, φησὶν ὁ Κύριος.

66. Οὐ μεριμνήσει ὁ τὴν ἀπόφασιν εἰληφὼς κατάδικος τὰς θεάτρων διοικήσεις· καὶ οὐ μὴ προσχῇ ὁ ἐναργῶς θρηνῶν, τρυφῇ, ἢ δόξῃ, ἢ ὀργῇ, ἢ ὀξυχολίᾳ ποτέ.

67. Πένθος ἐστὶ πεποιωμένη ὀδύνη μετανοούσης ψυχῆς, καθ᾿ ἡμέραν ὀδύνας ὀδύναις προστιθεῖσα, ὡς ἡ τίκτουσα καὶ ὀδύνουσα.

68. Δίκαιος καὶ ὅσιος ὁ Κύριος· καὶ τὸν λόγῳ ἡσυχάζοντα, λόγῳ κατανύσσων· καὶ τὸν λόγῳ (816.) ὑποτασσόμενον καθ᾿ ἡμέραν εὐφραίνων. Ὁ θάτερον τρόπον οὐκ ἀνοθεύτως μετερχόμενος τοῦ πένθους ἀπήλλακται.

69. Ἀπόθου τὸν κύνα τὸν ἐν τῷ πένθει τῷ βαθυτάτῳ προσερχόμενον· καὶ τὸν Θεὸν ἄσπλαγχνον καὶ ἀσυμπαθῆ ὑποβάλλοντα. Ἐπιτηρήσας γὰρ αὐτόν, εὑρήσεις πρὸ τῆς ἁμαρτίας φιλάνθρωπον, καὶ συμπαθῆ τὸν Θεὸν καὶ συγχωρητὴν προσαγορεύοντα.

70. Ἀδολεσχία γεννᾷ συνέχειαν, αὐτὴ δὲ καταλήγει εἰς αἴσθησιν· τὸ δὲ ἐν αἰσθήσει ποιούμενον, δυσαφαίρετον, κἂν ὁποίας ἂν ἡμῶν τὰς πολιτείας μεγάλας μετερχώμεθα, τὴν δὲ καρδίαν ἐνώδυνον οὐ κεκτήμεθα, νόθοι αὗται καὶ ἕωλοι κατεστήκασι· δεῖ γὰρ ὄντως, δεῖ, ἵν᾿ οὕτως εἴπω, τοὺς μετὰ τὸ λοῦτρον πάλιν μολυνθέντας, πυρὶ καρδίας ἀνενδότῳ, καὶ ἐλαίῳ Θεοῦ τὰς ἑαυτῶν ἀποπισσῶσαι χεῖρας.

72. Εἶδον ἐγὼ ὅρον ἔν τισι πένθους [al. πενθούντων] τὸν ἀκρότατον· αἷμα γὰρ αὐτοὺς αἰσθητῶς ἐκ τῆς κατωδύνου καὶ πεπληγμένης καρδίας ἐθεασάμην προχέοντας ἐκ τοῦ στόματος· καὶ ἐνεθυμήθην τοῦ φήσαντος· Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου.

73. Τὰ μὲν ἐκ φόβου δάκρυα, αὐτὰ ἐφ᾿ ἑαυτοῖς τὸν τρόμον καὶ τὴν φυλακὴν κέκτηται· τὰ δὲ τῆς ἀγάπης πρὸ τῆς τελείας ἀγάπης ἴσως καὶ εὔσηλα ἔν τισιν καθεστήκασι. Οὐκ οἶδα εἰ μή γε ἂν πολὺ τὸ ἀείμνηστον πῦρ ἐν τῷ καιρῷ τῆς ἐνεργείας τὴν καρδίαν ἀνεξάψειε. Καὶ θαῦμα εἰπεῖν, πῶς τὸ ταπεινότερόν ἐστιν ἀσφαλέστερον ἐν καιρῷ αὐτοῦ.

74. Εἰσὶν ὕλαι τὰς πηγὰς ἡμῶν ξηραίνουσαι καί εἰσιν ἕτεραι καὶ βόρβορον ἐν αὐτοῖς, καὶ θηρία ἀποτίκτουσαι· καὶ διὰ μὲν τῶν προτέρων ὁ Λὼτ ταῖς θυγατράσι παρανόμως συνεγίνετο· διὰ δὲ τῶν δευτέρων ὁ διάβολος ἐξ οὐρανοῦ πέπτωκε.

75. Πολλὴ παρ᾿ αὐτοῖς ἐχθροῖς ἡμῶν ἡ κακία, πῶς τὰς μητέρας τῶν ἀρετῶν, μητέρας κακιῶν ἀπεργάζονται, καὶ τὰς ποιητικὰς τῶν ταπεινώσεων ὕλας, ὑπερηφανίας δημιουργοὺς ἀποδεικνύουσι.

76. Πεφύκασι πολλάκις, καὶ αὐταὶ τῶν οἰκετηρίων ἡμῶν αἱ καταμοναὶ καὶ θέαι τὸν νοῦν ἡμῶν εἰς κατάνυξιν προσκαλεῖσθαι· καὶ πεισάτωσαν ἴσως [Ἰησοῦς] καὶ Ἠλίας, καὶ Ἰωάννης καθ᾿ ἑαυτοὺς προσευχόμενοι.

77. Εἶδον ἐν πόλεσι καὶ θορύβοις πολλάκις κινηθέντα δάκρυα, ἵν᾿ ὡς μηδὲν ἐκ τῶν θορύβων ἀδικεῖσθαι οἰόμενοι, τῷ κόσμῳ πλησιάσωμεν· σκοπὸς γὰρ οὗτος τοῖς πονηροῖς δαίμοσιν·

78. εἷς μὲν λόγος πολλάκις πένθος διέλυσε· θαῦμα δὲ, εἴπερ καὶ εἷς αὐτὸ συνήγαγεν.

79. Οὐκ ἐγκληθησόμεθα, ὦ οὗτοι, οὐκ ἐγκληθησόμεθα ἐν ἐξόδῳ ψυχῆς, διότι οὐ τεθαυματουργήκαμεν· οὐδ᾿ ὅτι οὐ τεθεολογήκαμεν· οὐδ᾿ ὅτι θεωρητικοὶ οὐ γεγόναμεν, ἀλλὰ λόγον πάντως δώσομεν τῷ Θεῷ διότι ἀδιαλείπτως οὐ πεπενθήκαμεν.

(817.) Βάσις ἑβδόμη· ὁ ἀξιωθεὶς κἀμοὶ βοηθείτω· αὐτὸς γὰρ ἤδη βεβοήθηται, διὰ τοῦ ἑβδόμου βαθμοῦ τὰς τοῦ αἰῶνος τούτου κηλίδας ἀπονιψάμενος.

ΤΟ ΚΑΤΑ ΘΕΟΝ πένθος εἶναι ἡ σκυθρωπότητα τῆς ψυχῆς, ἡ διάθεσις τῆς πονεμένης καρδιᾶς, ἡ ὁποία δὲν παύει νὰ ζητῆ μὲ πάθος ἐκεῖνο γιὰ τὸ ὁποῖο εἶναι διψασμένη. Καὶ ὅσο δὲν τὸ κατορθώνει, τόσο περισσότερο κοπιάζει καὶ τὸ κυνηγᾶ καὶ τρέχει πίσω του μὲ ὀδυνηρὸ κλάμα.

2. Ἂς τὸ χαρακτηρίσωμε καὶ ἔτσι: Πένθος εἶναι ἕνα χρυσὸ καρφὶ τῆς ψυχῆς. Τὸ καρφὶ αὐτὸ ἀπογυμνώθηκε ἀπὸ κάθε γήϊνη προσήλωσι καὶ σχέσι, καὶ καρφώθηκε ἀπὸ τὴν εὐλογημένη λύπη (στὴν πόρτα) τῆς καρδιᾶς γιὰ νὰ τὴν φρουρῆ.

3. Κατάνυξις εἶναι ἕνας συνεχὴς βασανισμὸς τῆς συνειδήσεως, ὁ ὁποῖος μὲ τὴν νοερὰ ἐξομολόγησι κατορθώνει νὰ δροσίζῃ τὴν φλογισμένη καρδιά.

4. Ἐξομολόγησις σημαίνει τὸ νὰ λησμονοῦμε τὴν ἴδια τὴν φύσι μας. Κάποιος ἐξ αἰτίας της «ἐλησμονοῦσε ἀκόμη νὰ φάγη τὸν ἄρτο του» (Ψαλμ. ρα´ 5).

5. Μετάνοια εἶναι τὸ νὰ στερηθῆς κάθε σωματικὴ παρηγορία, χωρὶς καθόλου νὰ λυπηθῆς.

6. Χαρακτηριστικὸ ἐκείνων ποὺ προώδευσαν κάπως στὸ μακάριο πένθος εἶναι ἡ ἐγκράτεια καὶ ἡ σιωπὴ τῶν χειλέων. Ἐκείνων ποὺ προώδευσαν περισσότερο, ἡ ἀοργησία καὶ ἡ ἀμνησικακία. Καὶ αὐτῶν ποὺ ἔφθασαν στὴν τελειότητα, ἡ ταπεινοφροσύνη, ἡ δίψα τῆς ἀτιμίας, ἡ ἑκούσια πείνα τῶν ἀκουσίων θλίψεων, τὸ ὅτι δὲν κατακρίνουν τοὺς ἁμαρτάνοντας, καὶ τὸ ὅτι αἰσθάνονται ὑπερβολικὴ συμπάθεια πρὸς αὐτούς.

Εὐπρόσδεκτοι ἐνώπιον τοῦ Θεοῦ οἱ πρῶτοι. Ἀξιέπαινοι οἱ δεύτεροι. Μακάριοι ὅμως οἱ τελευταῖοι ποὺ πεινοῦν γιὰ θλίψι καὶ διψοῦν γιὰ ἀτιμία. Διότι αὐτοὶ θὰ χορτάσουν ἀπὸ τροφὴ ποὺ δὲν χορταίνεται.

7. Ὅταν κατακτήσης τὸ πένθος, κράτα το μὲ ὅλη τὴ δύναμί σου. Διότι προτοῦ ἀποκτηθῇ μόνιμα καὶ ὁριστικά, χάνεται εὔκολα ἀπὸ τοὺς θορύβους καὶ τὶς μέριμνες τοῦ σώματος καὶ τὴν καλοπέρασι, καὶ μάλιστα ἀπὸ τὴν πολυλογία καὶ τὴν ἀστειολογία, καὶ διαλύεται ὅπως τὸ κερὶ ἀπὸ τὴν φωτιά.

8. Ἀνώτερη ἀπὸ τὸ βάπτισμα ἀποδεικνύεται ἡ μετὰ τὸ βάπτισμα πηγὴ τῶν δακρύων (τῆς μετανοίας), ἂν καὶ εἶναι κάπως τολμηρὸ αὐτὸ ποὺ λέγω. Διότι ἐκεῖνο μᾶς καθαρίζει ἀπὸ τὰ προηγούμενά μας κακά, ἐνῷ τοῦτο, τὸ βάπτισμα τῶν δακρύων, ἀπὸ τὰ μετέπειτα. Καὶ τὸ πρῶτο, ἐφ᾿ ὅσον τὸ ἐλάβαμε ὅλοι στὴν νηπιακὴ ἡλικία, τὸ ἐμολύναμε. Ἐνῷ μὲ τὸ δεύτερο καθαρίζομε πάλι καὶ τὸ πρῶτο. Καὶ ἐὰν ἡ φιλανθρωπία τοῦ Θεοῦ δὲν τὸ εἶχε χαρίσει αὐτὸ στοὺς ἀνθρώπους, οἱ σῳζόμενοι θὰ ἦταν πράγματι σπάνιοι καὶ δυσεύρετοι.

9. Οἱ στεναγμοὶ καὶ ἡ κατήφεια φωνάζουν δυνατὰ πρὸς τὸν Κύριον. Τὰ δάκρυα ποὺ προέρχονται ἀπὸ φόβο μεσιτεύουν. Καὶ τὰ δάκρυα ποὺ προέρχονται ἀπὸ τὴν παναγία ἀγάπη μᾶς φανερώνουν ὅτι ἡ ἱκεσία μας ἔγινε δεκτή.

10. Ἀφοῦ τίποτε δὲν ταιριάζει τόσο μὲ τὴν ταπεινοφροσύνη, ὅσο τὸ πένθος, καὶ τίποτε πάντως δὲν εἶναι τόσο πολὺ ἀντίθετό της, ὅσο τὸ γέλιο.

11. Νὰ κρατῆς σφικτὰ τὴν μακαρία χαρμολύπη, ἡ ὁποία προέρχεται ἀπὸ τὴν εὐλογημένη κατάνυξι· καὶ ἀκατάπαυστα νὰ τὴν καλλιεργῆς μέχρις ὅτου σὲ ἀνυψώση ἀπὸ τὰ γήϊνα καὶ σὲ παρουσιάση καθαρὸν ἐμπρὸς στὸν Χριστόν.

12. Ἀκατάπαυστα νὰ ἀναπαριστάνης μέσα σου καὶ νὰ περιεργάζεσαι τὴν ἄβυσσο τοῦ σκοτεινοῦ πυρός, τοὺς ἄσπλαγχνους ὑπηρέτες, τὸν Κριτὴ ποὺ δὲν θὰ συμπαθῇ καὶ δὲν θὰ συγχωρῆ πλέον, τὸ ἀπέραντο χάος μὲ τὶς καταχθόνιες φλόγες, τὸ ὀδυνηρὸ κατέβασμα στὰ χάσματα καὶ στοὺς ὑπογείους καὶ φοβεροὺς τόπους. . . καὶ ὅλες τὶς παρόμοιες εἰκόνες. Ἔτσι ἀπὸ τὸν πολὺ τρόμο θὰ ἐξαφανισθῇ ἀπὸ μέσα μας ἡ λαγνεία καὶ θὰ ἑνωθῇ ἡ ψυχή μας μὲ τὴν ἄφθαρτη ἁγνεία. Δηλαδὴ θὰ δεχθῇ μέσα μας τὸ ἄφθαρτο πῦρ τῆς ἁγνείας, τὸ κατὰ πολὺ λαμπρότερο (ἀπὸ τὸ πῦρ τῶν κολάσεων καί) τοῦ πένθους.

13. Στάσου ἔντρομος ὅταν προσεύχεσαι καὶ ἱκετεύης τὸν Θεόν, σὰν τὸν κατάδικο ἐμπρὸς στὸν δικαστή, ὥστε καὶ μὲ τὴν ἐξωτερικὴ ἐμφάνισι καὶ μὲ τὴν ἐσωτερικὴ στάσι νὰ σβήσης τὸν θυμὸ τοῦ δικαίου Κριτοῦ. Διότι δὲν ἀντέχει νὰ παραβλέπη τὴν ψυχὴ ἐκείνη, ἡ ὁποία σὰν τὴν χήρα τῆς παραβολῆς ἵσταται ἐμπρός Του γεμάτη ὀδύνη καὶ κουράζει τὸν Ἀκούραστο (πρβλ. Λουκ. ιη´ 1-8).

14. Σὲ ὅποιον ἀπέκτησε τὸ χάρισμα τοῦ ἐσωτερικοῦ δακρύου, ὁ κάθε τόπος εἶναι κατάλληλος γιὰ πένθος. Αὐτὸς ὅμως ποὺ ἀσκεῖ ἀκόμη τὸ ἐξωτερικὸ δάκρυ, ἂς μὴν παύση νὰ ἐρευνᾶ καὶ νὰ εὑρίσκη τοὺς καταλλήλους τόπους καὶ τρόπους.

15. Ὁ κρυμμένος θησαυρὸς εἶναι περισσότερο ἀσφαλισμένος ἀπὸ τὸν ἐκτεθειμένο στὴν ἀγορά. Βάσει αὐτῆς τῆς εἰκόνας ἂς κατανοήσωμε καὶ τὸ προηγούμενο.

16. Μὴν συμπεριφέρεσαι σὰν ἐκείνους ποὺ μετὰ τὴν ταφὴ τῶν νεκρῶν τους ἄλλοτε θρηνοῦν γι᾿ αὐτοὺς καὶ ἄλλοτε (στὰ νεκρόδειπνα τρώγουν, πίνουν καί) μεθοῦν. Ἀλλὰ νὰ ὁμοιάσης μὲ τοὺς καταδίκους στὰ μεταλλεῖα ποὺ τοὺς μαστιγώνουν κάθε ὥρα οἱ δήμιοι.

17. Ἐκεῖνος ποὺ ἄλλοτε ἐπιδίδεται στὸ πένθος καὶ ἄλλοτε στὴν τρυφὴ καὶ στὰ γέλια ὁμοιάζει μ᾿ ἐκεῖνον ποὺ διώχνει τὸν «κύνα» τῆς φιληδονίας πετροβολώντας τον μὲ ψωμί. Ἔτσι ἐξωτερικὰ φαίνεται ὅτι τὸν διώχνει, ἐνῷ στὴν πραγματικότητα τὸν προσκαλεῖ κοντά του.

18. Νὰ εἶσαι «σύννους». Νὰ εἶσαι ἀφιλένδεικτος (νὰ μὴν ἀγαπᾶς δηλαδὴ νὰ ἐπιδεικνύεσαι). Νὰ παρατηρῆς τὴν καρδιά σου καὶ νὰ εἶσαι στραμμένος πρὸς αὐτὴν ὡσὰν μέσα σε κάποια ἔκστασι, διότι οἱ δαίμονες φοβοῦνται τὴν «σύννοια», ὅπως οἱ κλέπτες τοὺς σκύλους.

19. Δὲν εἶναι ἐδῶ, ἀγαπητοί μου, ὁ γάμος στὸν ὁποῖον ἔχομε προσκληθῆ. Ὁπωσδήποτε λοιπὸν Ἐκεῖνος ποὺ μᾶς ἐκάλεσε ἐδῶ, μᾶς ἐκάλεσε γιὰ νὰ πενθήσωμε τοὺς ἑαυτούς μας.

20. Μερικοί, ἐνῷ δακρύζουν, δὲν δείχνουν καμμία προσπάθεια, ὥστε νὰ καλλιεργήσουν, κατὰ τὴν εὐλογημένη ἐκείνη ὥρα, τὴν σκέψι ἡ ὁποία προκάλεσε τὸ δάκρυ, ἀλλὰ ἄκαιρα καὶ ἄστοχα τὴν ἀντιπαρέρχονται. Καὶ δὲν συλλογίζονται ὅτι δάκρυ χωρὶς αἰτία καὶ χωρὶς ἔννοια δὲν ἔχει θέσι στὰ λογικὰ πλάσματα, ἀλλὰ μόνο στὰ ἄλογα. Τὸ δάκρυ γεννᾶται ἀπὸ ὡρισμένες σκέψεις. Καὶ οἱ σκέψεις ἔχουν ὡς πατέρα τὸν λογικὸ νοῦ.

21. Ἡ κατάκλισίς σου στὸ κρεββάτι, ἂς σοῦ εἶναι προτύπωσις τῆς κατακλίσεώς σου στὸν τάφο, καὶ τότε θὰ κοιμηθῆς λιγώτερο. Καὶ αὐτὴ ἡ ἀπόλαυσις τοῦ φαγητοῦ στὴν τράπεζα, ἂς σοῦ ὑπενθυμίζη τὸ θλιβερὸ ἐκεῖνο φαγητὸ ποὺ θὰ κάνουν τὰ σκουλήκια τὸ σῶμα σου, καὶ τότε λιγώτερο θὰ φάγης. Καὶ ὅταν πίνης νερό, νὰ μὴ λησμονῆς τὴν δίψα στὴν φλόγα τῆς κολάσεως, ὁπότε θὰ περιορίσης ὁπωσδήποτε τὴν φυσική σου ἐπιθυμία.

Καὶ ὅταν ὁ Γέροντας μᾶς προσφέρη τὴν τιμημένη ἀτιμία, τὴν ἐπίπληξι καὶ τὴν ἐπιτίμησι, ἂς σκεφθοῦμε τὴν φοβερὴ ἀπόφασι τοῦ Κριτοῦ, καὶ τότε τὴν παράλογη ἐκείνη λύπη καὶ τὴν πικρία ποὺ εἰσχωρεῖ μέσα μας θὰ τὴν κατασφάξωμε σὰν μὲ δίστομη μάχαιρα μὲ τὴν πραότητα καὶ τὴν ὑπομονή.

22. «Μὲ τὴν πάροδο τοῦ χρόνου -λέει ὁ Ἰὼβ (ιδ´ 11)- σπανίζεται ἡ θάλασσα» (χάνει δηλαδὴ τὰ νερά της καὶ ἀποσύρεται βαθύτερα ἀπὸ τὴν παραλία). Κατὰ παρόμοιο τρόπο, μὲ τὴν πάροδο τοῦ χρόνου καὶ τὴν ὑπομονή, ὀλίγον κατ᾿ ὀλίγον ἐμφυτεύονται καὶ τελειοποιοῦνται μέσα μας τὰ προηγούμενα.

23. Ἡ μνήμη τοῦ αἰωνίου πυρὸς ἂς κοιμηθῇ κάθε βράδυ μαζί σου καὶ ἂς ξυπνήση πάλι μαζί σου. Μὲ τὸν τρόπο αὐτὸ δὲν θὰ σὲ κυριεύσῃ ποτὲ ἡ ῥᾳθυμία στὸν καιρὸ τῆς ψαλμῳδίας.

24. Ἂς σὲ παρακινῆ τουλάχιστον στὴν ἄσκησι τοῦ πένθους τὸ μαῦρο σου ἔνδυμα. Ὅλοι βέβαια ὅσοι θρηνοῦν νεκρούς, φοροῦν μαῦρα. Ἐὰν λοιπὸν μέχρι τώρα δὲν πενθῆς, ἂς πενθῆς γιὰ τὸν λόγο αὐτὸ (γιὰ τὸ ὅτι δηλαδὴ φορεῖς μαῦρα). Ἐὰν ὅμως πενθῆς, νὰ αὐξήσης τὸ πένθος σου καὶ τὸν θρῆνο, διότι ἐξ αἰτίας τῶν ἁμαρτιῶν σου ἄφησες τὴν ἄνετη ζωὴ καὶ ἀναγκάσθηκες νὰ ἀσπασθῆς τὸν σκληρὸ (καὶ πένθιμο μοναχικό) βίο.

25. Ὅπως σὲ ὅλα τὰ ἄλλα, ἔτσι καὶ στὴν περίπτωσι τῶν δακρύων ὁ καλὸς καὶ δίκαιος Κριτής μας λαμβάνει ὑπ᾿ ὄψι Του καὶ τὴν φυσικὴ προδιάθεσι καὶ δύναμι τοῦ καθενός. Εἶδα μικρὲς σταγόνες νὰ χύνωνται μὲ πόνο σὰν αἷμα. Καὶ εἶδα βρύσες δακρύων ποὺ ἔτρεχαν χωρὶς δυσκολία. Ἐγὼ τουλάχιστον ἐβαθμολόγησα τοὺς ἀγωνιστὲς ἀνάλογα μὲ τὸν πόνο καὶ ὄχι μὲ τὸ ποσὸν τῶν δακρύων. Καὶ ὁ Θεὸς νομίζω παρόμοια θὰ τοὺς ἔκρινε.

26. Σὲ ὅσους πενθοῦν δὲν ἁρμόζει νὰ θεολογοῦν, διότι ἡ θεολογία συνήθως διασκορπίζει τὸ πένθος τους. Ἐπειδὴ ἐκεῖνος ποὺ θεολογεῖ εἶναι σὰν νὰ κάθεται σὲ διδασκαλικὸ θρόνο, ἐνῷ ἐκεῖνος ποὺ πενθεῖ «ἐπὶ κοπρίας καὶ σάκκου». Καὶ αὐτὸ νομίζω ὅτι ἐννοοῦσε ὁ Δαβίδ, ὁ ὁποῖος, ἂν καὶ σοφὸς καὶ διδάσκαλος, ὅταν θρηνοῦσε γιὰ τὶς ἁμαρτίες του, ἀπαντοῦσε σ᾿ ἐκείνους ποὺ τὸν παρακαλοῦσαν νὰ ψάλη: «Πῶς ᾄσομαι τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; δηλαδὴ στὴν γῆ τῆς ἐμπαθείας;» (πρβλ. Ψαλμ. ρλστ´ 4).

27. Μερικὰ ἀπὸ τὰ κτίσματα εἶναι αὐτο-κίνητα καὶ μερικὰ ἑτερο-κίνητα. Τὸ ἴδιο συμβαίνει καὶ στὴν κατάνυξι, (ἄλλοτε δηλαδὴ ἔρχεται μόνη της καὶ ἄλλοτε μὲ τὴν ἰδική μας προσπάθεια καὶ βία). Ὅταν, χωρὶς καμμία ἰδική μας προσπάθεια καὶ ἐνέργεια, κατανυχθῇ ἡ ψυχή μας καὶ ὑγρανθῇ καὶ μαλακώση ἀπὸ τὰ δάκρυα, ἂς τρέξωμε (νὰ ἁρπάξωμε τὴν εὐκαιρία). Διότι αὐτὸ σημαίνει ὅτι ὁ Κύριος μᾶς ἐπισκέφθηκε ἀπρόσκλητος καὶ μᾶς ἔδωσε τὸ σφουγγάρι τῆς θεαρέστου λύπης καὶ τὸ δροσιστικὸ ὕδωρ τῶν εὐλαβικῶν δακρύων, γιὰ νὰ ἐξαλείψωμε τὸ χειρόγραφο τῶν ἁμαρτιῶν μας. Αὐτὴ τὴν κατάστασι φύλαξέ την σὰν κόρη ὀφθαλμοῦ, μέχρις ὅτου ὑποχωρήσῃ, διότι εἶναι περισσότερο δυνατὴ καὶ ἀποτελεσματική σε σύγκρισι μὲ ἐκείνη ποὺ δημιουργεῖται ἀπὸ τὸν ἰδικό μας ζῆλο καὶ ἀγώνα.

28. Δὲν κατέκτησε τὸ κάλλος τοῦ πένθους ἐκεῖνος ποὺ πενθεῖ ὅταν θέλη, ἀλλὰ ἐκεῖνος ποὺ πενθεῖ γιὰ τὸν λόγο ποὺ θέλει. Οὔτε αὐτὸς ποὺ πενθεῖ γιὰ ὅ,τι θέλει, ἀλλὰ αὐτὸς ποὺ πενθεῖ ὅπως ὁ Θεὸς θέλει.

29. Πολλὲς φορὲς τὸ κατὰ Θεὸν πένθος ἀναμειγνύεται μὲ τὸ ἄχαρο δάκρυ τῆς κενοδοξίας. Αὐτὸ θὰ τὸ ἀναγνωρίσωμε μὲ τρόπο ἐπιτυχῆ καὶ εὐσεβῆ, ὅταν συλλάβωμε τὸν ἑαυτό μας νὰ πενθῇ καὶ συγχρόνως νὰ ἐνεργῆ μὲ (κακότητα καί) πονηρία.

30. Κατάνυξις στὴν κυριολεξία σημαίνει νὰ ἔχῃ ὁ μοναχὸς στὴν ψυχή του ἀμετεώριστη ὀδύνη, χωρὶς νὰ ἐπιτρέπη στὸν ἑαυτό του καμμία παρηγορία. Τὸ μόνο ποὺ συλλογίζεται συνεχῶς εἶναι ἡ ἀναχώρησίς του ἀπὸ τὴν ζωὴ αὐτή. Καὶ ἐκεῖνο ποὺ περιμένει σὰν δροσιστικὸ ὕδωρ εἶναι ἡ παρηγορία τοῦ Θεοῦ, ὁ ὁποῖος «παρηγορεῖ τοὺς ταπεινούς» (Β´ Κορ. ζ´ 6) μοναχούς.

31. Ὅσοι ἀπέκτησαν μὲ πραγματικὴ καρδιακὴ συναίσθησι τὸ πένθος, ἐμίσησαν ἀκόμη καὶ αὐτὴν τὴν ζωή τους, σὰν αἰτία κόπων καὶ δακρύων καὶ πόνων. Τὸ δὲ σῶμα τους τὸ ἀπεστράφησαν σὰν ἐχθρό.

32. Ὅταν, σὲ ὅσους φαίνονται ὅτι πενθοῦν κατὰ Θεόν, διακρίνωμε ὀργὴ ἢ ὑπερηφάνεια, ἂς θεωρήσωμε ὅτι τὰ δάκρυά τους προέρχονται ἀπὸ δαιμονικὰ πάθη, διότι «ποία κοινωνία -λέγει ἡ Γραφή- φωτὶ πρὸς σκότος»; (Β´ Κορ. στ´ 14).

33. Γέννημα τῆς νοθευμένης κατανύξεως εἶναι ἡ οἴησις, ἐνῷ τῆς ἐπαινετῆς ἡ παράκλησις. Ὅπως ἡ φωτιὰ καίει καὶ ἐξαφανίζει τὴν «καλαμιά», ἔτσι καὶ τὸ ἁγνὸ δάκρυ ἐξαφανίζει κάθε ἐξωτερικὴ καὶ ἐσωτερικὴ ἀκαθαρσία.

34. Ὁ περὶ τῶν δακρύων λόγος ἀπὸ πολλοὺς Πατέρες χαρακτηρίζεται ἀσαφὴς κάπως, σκοτεινὸς καὶ δυσερμήνευτος, καὶ μάλιστα ὅταν πρόκειται γιὰ δάκρυα τῶν ἀρχαρίων. Πολλὲς καὶ διάφορες, λέγουν, εἶναι οἱ αἰτίες ποὺ τὰ γεννοῦν. Προέρχονται δηλαδή, ἀπὸ τὴν ἰδιοσυγκρασία, ἀπὸ τὴν χάρι τοῦ Θεοῦ, ἀπὸ θλίψι δαιμονική, ἀπὸ θλίψι θεάρεστη, ἀπὸ κενοδοξία, ἀπὸ πορνεία, ἀπὸ ἀγάπη, ἀπὸ μνήμη θανάτου καὶ ἀπὸ πολλὰ ἄλλα.

35. Μὲ φόβο Θεοῦ ἂς δοκιμάσωμε καὶ ἂς διακρίνωμε τὰ ἰδιώματα ὅλων αὐτῶν τῶν δακρύων. Καὶ ἂς φροντίσωμε νὰ καλλιεργοῦμε τὰ καθαρὰ καὶ ἄδολα δάκρυα ποὺ προέρχονται ἀπὸ τὴν μνήμη τοῦ θανάτου μας. Σ᾿ αὐτὰ τὰ δάκρυα δὲν ἔχει θέσι οὔτε ἡ οἴησις οὔτε ἡ κλοπὴ (ἀπὸ τὸν διάβολο), ἀλλὰ μᾶλλον ἡ κάθαρσις, ἡ πρόοδος στὴν ἀγάπη τοῦ Θεοῦ, τὸ πλύσιμο ἀπὸ τὶς ἁμαρτίες καὶ ἡ ἀπάθεια.

36. Τὸ νὰ ἀρχίση κάποιος ποὺ πενθεῖ μὲ ἐπαινετὰ δάκρυα καὶ νὰ καταλήξη σὲ ἄσχημα, δὲν εἶναι καὶ τόσο περίεργο. Τὸ νὰ ἀρχίση ὅμως μὲ δάκρυα ποὺ προέρχονται ἀπὸ τὰ πάθη ἢ ἔστω ἀπὸ τὴν φυσικὴ ἰδιοσυγκρασία, καὶ νὰ τὰ μεταποιήση σὲ πνευματικά, εἶναι πράγματι κάτι τὸ ἀξιέπαινο. Αὐτὸ τὸ ζήτημα τὸ γνωρίζουν πολὺ καλὰ ὅσοι ρέπουν πρὸς τὴν κενοδοξία.

37. Μὴν ἐμπιστεύεσαι στὶς πηγὲς τῶν δακρύων σου πρὶν ἀπὸ τὴν τελεία κάθαρσι. Δὲν μποροῦμε νὰ παραδεχθοῦμε ὡς καλὸν τὸν οἶνο ποὺ μόλις μετὰ τὸ πατητήρι τὸν ἐβάλαμε στὰ βαρέλια. Ὅλα βέβαια τὰ κατὰ Θεὸν δάκρυά μας εἶναι ὠφέλιμα. Κανεὶς δὲν ἔχει ἀντίρρησι σ᾿ αὐτό. Ποιὰ ὅμως εἶναι ἡ ὠφέλειά τους, θὰ τὸ γνωρίσουμε στὴν ὥρα τοῦ θανάτου μας.

38. Ὅποιος περνᾶ τὴν ζωή του συνεχῶς μὲ τὸ κατὰ Θεὸν πένθος, δὲν παύει ἀπὸ τοῦ νὰ ἑορτάζη καθημερινά. Ἐκεῖνον ὅμως ποὺ συνεχῶς πανηγυρίζει ὑλικὰ καὶ σωματικά, τὸν περιμένει τὸ αἰώνιο πένθος.

39. Δὲν μπορεῖ νὰ ἔχουν χαρὲς οἱ κατάδικοι τῶν φυλακῶν. Οὔτε οἱ πραγματικοὶ μοναχοὶ πανηγύρια. Γι᾿ αὐτὸ ἴσως ἐκεῖνος ὁ καλλίπενθος ἔλεγε μὲ στεναγμό: «Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου (Ψαλμ. ρμα´ 8), γιὰ νὰ εὐφρανθῶ στὸ ἄρρητο καὶ ἀπερίγραπτο φῶς σου».

40. Νὰ γίνης σὰν βασιλεὺς στὴν καρδιά σου, καθισμένος στὸν ὑψηλὸ θρόνο τῆς ταπεινοφροσύνης. Νὰ διατάζης τὸ γέλιο νὰ ἀπομακρυνθῇ, καὶ ἀμέσως νὰ ἀπομακρύνεται· τὸ κλάμα νὰ ἔλθη, καὶ ἀμέσως νὰ ἔρχεται· καὶ στὸν δοῦλο μας, τὸ σῶμα, ποὺ εἶναι συγχρόνως καὶ τύραννος, νὰ ἐπιτελέση κάποιο ἔργο καὶ ἀμέσως νὰ τὸ ἐπιτελῆ (πρβλ. Ματθ. η´ 9).

41. Ὅποιος ἐφόρεσε τὸ μακάριο καὶ χαριτωμένο πένθος σὰν νυμφικὴ διπλοΐδα, αὐτὸς ἐγνώρισε τὸν «πνευματικὸ γέλωτα» τῆς ψυχῆς. Ποιὸς εἶναι ἄραγε ὁ μοναχὸς αὐτὸς ποὺ ἐδαπάνησε τόσο θεάρεστα τὸν καιρό του στὴν μοναχικὴ ζωή, ὥστε οὔτε μία ἡμέρα οὔτε μία ὥρα οὔτε μία στιγμὴ νὰ μὴν τὴν ἐξώδευσε ἐπιζήμια, ἀλλὰ τὴν προσέφερε στὸν Κύριον, μὲ τὴν σκέψι ὅτι εἶναι ἀδύνατον τὴν ἴδια ἡμέρα νὰ τὴν συναντήσῃ δυὸ φορὲς στὴν ζωήν του.

42. Μακάριος εἶναι ὁ μοναχὸς ποὺ ἔφθασε στὸ σημεῖο νὰ ἀντικρύζη μὲ τὰ μάτια τῆς ψυχῆς τὶς ἀγγελικὲς δυνάμεις. Ἄπτωτος ὅμως εἶναι ὁ μοναχὸς ποὺ ἀκατάπαυστα βρέχει τὸ πρόσωπό του μὲ τὴν ροὴ τῶν δακρύων του, ποὺ ἀναβλύζουν ἀπὸ τοὺς ὀφθαλμούς του μὲ τὴν μνήμη τοῦ θανάτου καὶ τῶν ἁμαρτιῶν του. Δὲν δυσκολεύομαι μάλιστα νὰ πιστεύσω, ὅτι ἀπὸ τὴν δεύτερη αὐτὴ κατάστασι ἐδιάβηκε ἡ πρώτη.

43. Συνήντησα μερικοὺς ἐπαῖτες καὶ πτωχοὺς ποὺ δὲν εἶχαν ἐντροπὴ καὶ ποὺ μὲ μερικὰ ἀστεῖα ἔκαναν καὶ τὶς καρδιὲς τῶν βασιλέων νὰ καμφθοῦν καὶ νὰ τοὺς συμπαθήσουν. Καὶ συνήντησα πάλι ἀνθρώπους πτωχοὺς ἀπὸ ἀρετές, οἱ ὁποῖοι ἐχρησιμοποίησαν ὄχι ἀστεῖα, ἀλλὰ λόγια ταπεινώσεως καὶ σκοτεινῆς ἀπογνώσεως βγαλμένα ἀπὸ τὸ βάθος τῆς ἀπελπισμένης καρδιᾶς τους. Μὲ τὰ λόγια αὐτά, χωρὶς ἐντροπὴ καὶ μὲ ἐπιμονή, ἀνέκραζαν πρὸς τὸν ἐπουράνιο Βασιλέα καὶ κατώρθωσαν μὲ τὴν βία τους νὰ παραβιάσουν τὴν ἀπαραβίαστη θεϊκὴ φύσι καὶ εὐσπλαγχνία.

44. Ἐκεῖνος ποὺ ὑπερηφανεύεται μέσα του γιὰ τὰ δάκρυά του καὶ κατακρίνει μὲ τὸν νοῦ του ὅσους δὲν δακρύζουν, ὁμοιάζει μ᾿ ἐκεῖνον ὁ ὁποῖος ἐζήτησε ἀπὸ τὸν βασιλέα ὅπλο ἐναντίον τῶν ἐχθρῶν του καὶ μ᾿ αὐτὸ ἐφόνευσε τὸν ἑαυτό του.

45. Ὁ Θεός, ἀγαπητοί μου, δὲν ἔχει ἀνάγκη ἀπὸ δάκρυα οὔτε ἐπιθυμεῖ νὰ πενθῇ ὁ ἄνθρωπος ἀπὸ τὴν ὀδύνη τῆς καρδιᾶς του, ἀλλὰ μᾶλλον νὰ τὸν βλέπη νὰ ἀγάλλεται καὶ νὰ εὐθυμῆ ἐσωτερικὰ ἀπὸ τὴν ἀγάπη του πρὸς Αὐτόν.

46. Θανάτωσε τὴν ἁμαρτία, καὶ τότε θὰ εἶναι περιττὰ τὰ δάκρυα τῆς ὀδύνης στοὺς ὀφθαλμούς σου. Ὅπου δὲν ὑπάρχει πληγή, δὲν χρειάζεται νυστέρι. Στὸν Ἀδὰμ πρὶν ἀπὸ τὴν παράβασι δὲν ὑπῆρχαν δάκρυα, ὅπως ἀκριβῶς καὶ (στοὺς δικαίους) μετὰ τὴν ἀνάστασι τῶν νεκρῶν, ἐφ᾿ ὅσον θὰ ἔχῃ καταργηθῆ ἡ ἁμαρτία καὶ «θὰ ἔχει ἐξαφανισθῆ ἡ ὀδύνη, ἡ λύπη καὶ ὁ στεναγμός» (Ἡσ. λε´ 10).

47. Εἶδα σὲ μερικοὺς πένθος. Εἶδα καὶ ἄλλους οἱ ὁποῖοι πενθοῦσαν, διότι δὲν εἶχαν πένθος, οἱ ὁποῖοι, μολονότι στὴν πραγματικότητα ἔχουν πένθος, ζοῦν σὰν νὰ μὴν ἔχουν, καὶ μὲ τὴν καλὴ αὐτὴ ἄγνοια παραμένουν ἀσφαλισμένοι (ἀπὸ τὸν δαίμονα τῆς κενοδοξίας). Καὶ γι᾿ αὐτοὺς μᾶλλον ἔχει λεχθεῖ στὴν Γραφή: «Κύριος σοφοῖ τυφλούς» (Ψαλμ. ρμε´ 8).

48. Πολλὲς φορές, συνήθως στοὺς πιὸ ἐπιπολαίους, καὶ τὰ δάκρυα προκαλοῦν ἔπαρσι. Γι᾿ αὐτὸ καὶ σὲ μερικοὺς δὲν δίδονται, ὥστε μὲ τὴν στέρησι καὶ τὴν ἀναζήτησί τους νὰ ἐλεεινολογοῦν τοὺς ἑαυτούς των καὶ νὰ τοὺς καταδικάζουν, γεμάτοι στεναγμοὺς καὶ κατήφεια καὶ λύπη ψυχῆς καὶ βαθειὰ σκυθρωπότητα καὶ ἀμηχανία. Καὶ ἔτσι ἀναπληρώνεται χωρὶς κίνδυνο ἡ ἔλλειψις τοῦ πένθους, ἔστω καὶ ἂν αὐτοὶ νομίζουν ὅτι δὲν ἔχουν κανένα συμφέρον ἀπὸ αὐτά.

49. Ἐὰν προσέξωμε, θὰ ἀντιληφθοῦμε τοὺς δαίμονας νὰ μᾶς πολεμοῦν μὲ ἕναν γελοῖο τρόπο: Ὅταν εἴμαστε χορτασμένοι, μᾶς δημιουργοῦν κατάνυξι, καὶ ἀντιθέτως, ὅταν νηστεύωμε, μᾶς σκληρύνουν. Αὐτὸ τὸ κάνουν γιὰ νὰ μᾶς ἐξαπατήσουν μὲ τὰ νοθευμένα δάκρυα, κι ἔτσι νὰ μᾶς ρίξουν στὴν τρυφή, ποὺ εἶναι ἡ μητέρα τῶν παθῶν. Δὲν πρέπει λοιπὸν νὰ τοὺς ἀκοῦμε, ἀλλὰ μᾶλλον νὰ κάνουμε τὸ ἀντίθετο.

50. Ἐγώ, καθὼς σκέπτομαι τὴν ποιότητα τῆς κατανύξεως, μένω ἔκθαμβος. Πῶς αὐτὸ ποὺ ὀνομάζεται πένθος καὶ λύπη εἶναι συμπεπλεγμένο μὲ τὴν χαρὰ καὶ τὴν εὐφροσύνη, ὅπως τὸ μελί μὲ τὸ κερί! Καὶ τί διδασκόμεθα ἀπὸ αὐτό; Ὅτι ἡ κατάνυξις εἶναι καθ᾿ ἑαυτὸ δῶρο τοῦ Κυρίου. Καὶ στὴν ψυχὴ ποὺ κατανύσσεται ὑπάρχει μία ἀληθινὴ ἡδονή, διότι ὁ ἴδιος ὁ Θεὸς μὲ μυστικὸ τρόπο παρηγορεῖ τοὺς «συντετριμμένους τῇ καρδίᾳ».

Γιὰ νὰ ἀποκτήσωμε γνήσιο καὶ καθαρὸ πένθος καὶ ὀδύνη ὠφέλιμη, (ἀφοῦ καὶ τὰ ἀντίθετα διδάσκουν), ἂς ἀκούσωμε μιὰ ψυχωφελῆ καὶ πολὺ ἀξιοθρήνητη διήγησι:

Ἔμενε ἐδῶ κάποιος μοναχὸς Στέφανος, ὁ ὁποῖος εἶχε ἀσπασθῆ τὴν ἐρημικὴ καὶ ἡσυχαστικὴ ζωή. Ἀγωνίσθηκε πολλὰ ἔτη στὴν μοναχικὴ παλαίστρα. Ἦταν στολισμένος μὲ νηστεῖες, καὶ ἰδιαιτέρως μὲ δάκρυα καὶ μὲ ἄλλα ἐνάρετα κατορθώματα. Εἶχε τὸ κελλί του στὴν κατάβασι τοῦ ἁγίου τούτου ὄρους, (κάτω ἀπὸ τὴν Ἁγία Κορυφή), στὸ σημεῖο ποὺ εὑρίσκεται τὸ σπήλαιο τοῦ Προφήτου Ἠλιοῦ.

Αὐτὸς λοιπὸν ὁ ἀείμνηστος γιὰ πιὸ ἀκριβῆ καὶ κοπιαστικὴ μετάνοια καὶ ἄσκησι, ἐπῆγε στὸν τόπο ὅπου ἔμεναν οἱ ἀναχωρηταί, ποὺ ὀνομάζεται Σίδδης. Παρέμεινε ἐκεῖ μερικὰ χρόνια μὲ ὑπερβολικὲς στερήσεις καὶ σκληρὴ ἄσκησι, ἐφ᾿ ὅσον ὁ τόπος ἦταν «ἀπαράκλητος» καὶ ἀδιάβατος σχεδὸν ἀπὸ ἀνθρώπους – ἀπεῖχε περίπου ἑβδομήντα μίλια ἀπὸ τὸ κάστρο. Ἔπειτα, γύρω στὸ τέλος τῆς ζωῆς του, ἀνεβαίνει ὁ γέροντας αὐτὸς στὸ κελλί του, κάτω ἀπὸ τὴν Ἁγία Κορυφή. Εἶχε μάλιστα καὶ δυὸ ὑποτακτικοὺς ἀπὸ τὴν Παλαιστίνη πολὺ εὐλαβεῖς, οἱ ὁποῖοι καὶ τοῦ ἐφύλαγαν τὸ κελλὶ πρὶν ἐπιστρέψη.

Ἀφοῦ ἐπέρασαν ὀλίγες ἡμέρες ἔπεσε σὲ ἀσθένεια, μὲ τὴν ὁποία καὶ ἐτελείωσε τὴν ζωή του. Τὴν παραμονὴ τοῦ θανάτου του περιέπεσε σὲ ἔκστασι καὶ μὲ τὰ μάτια ἀνοικτὰ παρατηροῦσε δεξιὰ καὶ ἀριστερὰ τῆς κλίνης του. Σὰν νὰ τὸν ἀνέκριναν κάποιοι, ἀπαντοῦσε -τὸν ἄκουγαν ὅλοι οἱ παρευρισκόμενοι- καὶ ἄλλοτε ἔλεγε: «Ναί, πράγματι, ἀληθινά, πλὴν ὅμως ἐνήστευσα τόσα ἔτη γι᾿ αὐτό». Ἄλλοτε: «Ὄχι. Εἶναι ψέμα. Αὐτὸ δὲν τὸ ἔκανα». Ἔπειτα ἀπὸ λίγο: «Αὐτὸ ναί, ἀληθινὰ τὸ ἔπραξα, ἀλλὰ ἔκλαυσα, ἔκανα διακονήματα ἀγάπης». Καὶ πάλι: «Ἀληθινά μὲ κατηγορεῖτε». Μερικὲς φορὲς γιὰ ὡρισμένα ἀπαντοῦσε: «Ναί, ἀληθινά, ναί. Γι᾿ αὐτὰ δὲν ἔχω τί νὰ ἀπολογηθῶ. Ὁ Θεὸς εἶναι ἐλεήμων».

Ἦταν ἀλήθεια ἕνα θέαμα φρικτὸ καὶ φοβερό. Ἕνα δικαστήριο ἀόρατο καὶ χωρὶς ἔλεος. Καὶ τὸ φοβερώτερο, ὅτι τὸν κατηγοροῦσαν καὶ γιὰ πράγματα ποὺ δὲν εἶχε διαπράξει. Ὁ ἡσυχαστὴς αὐτὸς καὶ ἀναχωρητὴς γιὰ ὡρισμένα πταίσματά του -ἀλλοίμονο!- ἔλεγε: «Γι᾿ αὐτὰ δὲν ἔχω τί νὰ εἰπῶ». Καὶ εἶχε σαράντα περίπου ἔτη μοναχός, χωρὶς νὰ τοῦ λείπη καὶ τὸ δάκρυ!

Ἀλλοίμονο! Καὶ πάλι ἀλλοίμονο! Ποῦ ἦταν τότε ἡ φωνὴ ἐκείνη τοῦ προφήτου Ἰεζεκιήλ, γιὰ νὰ τοὺς εἰπῆ: «Ἐν ᾧ εὕρω σε, ἐκεῖ καὶ κρίνω σε, εἶπεν ὁ Θεός» (πρβλ. Ἰεζ. λγ´ 12-16). Ἀλλὰ δὲν κατώρθωσε νὰ χρησιμοποιήση μία τέτοια ἀπολογία. Γιατί ἄραγε; Ἄγνωστον. Ἂς ἔχῃ δόξα ὁ Θεός, ὁ μόνος ποὺ γνωρίζει. (Ἂς σημειωθῇ καὶ τοῦτο): Ὁ μοναχὸς αὐτός -μοῦ τὸ διηγήθηκαν ἀψευδεῖς μάρτυρες- στὴν ἔρημο (εἶχε τόσο χάρι), ὥστε νὰ τρέφη μὲ τὰ χέρια του καὶ λεοπάρδαλι.

Καὶ ἐνῷ συνεχιζόταν ἡ αὐστηρὰ αὐτὴ δικαστικὴ ἀνάκρισις, ἀποχωρίσθηκε τὸ σῶμα του, χωρὶς νὰ ἀφήσῃ καμμία ἔνδειξι γιὰ τὴν κρίσι ἢ τὸ πόρισμα ἢ τὴν ἀπόφασι καὶ τὸ τέλος τῆς δίκης.

51. Ἡ χήρα ποὺ ἔχασε τὸν ἄνδρα της καὶ ἔμεινε μὲ τὸ μονάκριβο παιδί της, αὐτὸ ἔχει σὰν μόνη παρηγορία της μετὰ τὸν Κύριον. Παρόμοια καὶ γιὰ τὴν ψυχὴ ποὺ ἁμάρτησε δὲν ὑπάρχει ἄλλη καμμία παρηγορία τὴν ὥρα τοῦ θανάτου ἐκτὸς ἀπὸ τοὺς κόπους τοῦ λαιμοῦ, (τὴν νηστεία δηλαδή), καὶ τὰ δάκρυα. Ὅσοι πενθοῦν ἔτσι, δὲν θὰ ψάλουν ποτὲ οὔτε θὰ ξεσπάσουν σὲ ἀλαλαγμοὺς ὕμνων, διότι ὅλα αὐτὰ ἀφανίζουν τὸ πένθος. Ἐὰν ἐπιχειρῆς μὲ αὐτὰ νὰ ἀποκτήσης τὸ πένθος, γνώριζε ὅτι εὑρίσκεσαι μακρυὰ ἀπὸ τὸν σκοπό σου. Διότι πένθος σημαίνει συνεχὴς καὶ μονιμοποιημένη κατάστασις πόνου σὲ μία φλογισμένη (ἀπὸ θεϊκὴ ἀγάπη) ψυχή.

Σὲ πολλοὺς τὸ πένθος ὑπῆρξε πρόδρομος τῆς μακαρίας ἀπαθείας, διότι προευτρέπισε τὴν ψυχὴ καὶ ἐσάρωσε καὶ ἔκαψε τὸ ὑλικὸ τῶν ἁμαρτιῶν καὶ τῶν παθῶν.

52. Κάποιος «δόκιμος ἐργάτης» τοῦ ἐπαινετοῦ αὐτοῦ πένθους μοῦ ἀνέφερε τὸ ἑξῆς: «Πολλὲς φορὲς ποὺ ἐπήγαινα νὰ παρασυρθῶ στὴν κενοδοξία ἢ στὴν ὀργὴ ἢ στὴν γαστριμαργία, διαμαρτυρόταν μέσα μου ὁ λογισμὸς τοῦ πένθους καὶ μοῦ ψιθύριζε: «Μὴν κενοδοξήσης, γιατί σὲ ἐγκαταλείπω». Παρόμοια καὶ γιὰ τὰ ἄλλα πάθη. Καὶ ἐγὼ τοῦ ἀπαντοῦσα: «Δὲν θὰ σὲ παρακούσω μέχρις ὅτου μὲ ὁδηγήσης ἐμπρὸς στὸν Χριστόν».

53. Ἡ ἄβυσσος τοῦ πένθους ἀντικρύζει τὴν (ἐκ μέρους τοῦ Θεοῦ) παράκλησι. Καὶ ἡ καθαρότης τῆς καρδίας δέχεται τὴν (θεία) ἔλλαμψι. Ἔλλαμψις σημαίνει ἀπερίγραπτη ἐνέργεια, ἡ ὁποία κατανοεῖται χωρὶς νὰ κατανοῆται καὶ βλέπεται χωρὶς νὰ βλέπεται. Παράκλησις σημαίνει ἀνάψυξις τῆς ψυχῆς ἑνὸς πονεμένου ἀνθρώπου, ὁ ὁποῖος σὰν νήπιο τὴν ὥρα αὐτὴ καὶ κλαυθμυρίζει μέσα του καὶ φωνάζει χαρούμενα. Ἀντίληψις σημαίνει ἀνανέωσις τῆς ψυχῆς ποὺ κατέπεσε ἀπὸ τὴν λύπη, μὲ θαυμαστὴ μεταβολὴ τῶν δακρύων τοῦ πόνου σὲ δάκρυα ἀνώδυνα.

54. Τὰ δάκρυα τοῦ θανάτου γεννοῦν τὸν φόβο. Ὁ φόβος γεννᾶ τὴν ἀφοβία, καὶ ἔτσι προβάλλει ἡ χαρά. Καὶ ὅταν λήξη ἡ χαρὰ ποὺ δὲν λήγει, προβάλλει τὸ ἄνθος τῆς εὐλογημένης ἀγάπης.

55. Ὅταν ἔρχεται στὴν ψυχή σου χαρά, νὰ τὴν διώχνης μὲ τὸ χέρι τῆς ταπεινοφροσύνης. Διότι δὲν πρέπει νὰ εἶσαι «εὐπαράδεκτος», μήπως καὶ ἀντὶ βοσκὸ ὑποδεχθῆς λύκο.

56. Μὴ βιάζεσαι νὰ φθάσης τὴν θεωρία, ἐνῷ δὲν ἦλθε ἀκόμη ἡ ὥρα της. Ἄφησε καλύτερα νὰ κυνηγήση ἐκείνη καὶ νὰ φθάση τὸ κάλλος τῆς ταπεινώσεώς σου, ὁπότε καὶ θὰ ἑνωθῇ μαζί σου μὲ αἰώνιο πάναγνο γάμο.

57. Στὶς ἀρχές, καθὼς τὸ νήπιο ἀντικρύζει τὸν πατέρα του, γεμίζει ὅλο ἀπὸ χαρά. Ὅταν ὅμως ὁ πατέρας ἀπουσιάση ὡρισμένο καιρὸ σκόπιμα καὶ ἔπειτα ἐπιστρέψῃ, τότε τὸ παιδὶ εἶναι γεμάτο καὶ ἀπὸ χαρὰ καὶ ἀπὸ λύπη. Ἀπὸ χαρά, διότι εἶδε αὐτὸν ποὺ ποθοῦσε, καὶ ἀπὸ λύπη, διότι τόσο καιρὸ στερήθηκε τὴν καλλονὴ τοῦ προσώπου του.

58. Μερικὲς φορὲς κρύπτεται ἡ μητέρα ἀπὸ τὸ βρέφος της, καὶ ἐνῷ αὐτὸ τὴν ἀναζητεῖ κλαίοντας, ἐκείνη χαίρεται. Μ᾿ αὐτὸν τὸν τρόπο τὸ μαθαίνει νὰ προσκολλᾶται πάντοτε κοντά της, καὶ ἀναφλέγει ἔντονα τὴν ἀγάπη καὶ τὸ φίλτρο ποὺ ἔχει γι᾿ αὐτήν. (Αὐτὰ ἔχουν κάποιο μυστικὸ νόημα). «Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω» (Ματθ. ια´ 15), λέγει ὁ Κύριος (1).

59. Ἐκεῖνος ποὺ ἄκουσε τὴν καταδικαστικὴ ἀπόφασι τοῦ θανάτου του, δὲν θὰ ἐνδιαφερθῇ πλέον γιὰ προγραμματισμοὺς θεατρικῶν παραστάσεων. Καὶ ἐκεῖνος ποὺ πενθεῖ πραγματικά, δὲν θὰ σκεφθῇ ποτὲ τὴν τρυφὴ ἢ τὴν δόξα ἢ τὸν θυμὸ καὶ τὴν ἔξαψι τῆς ὀργῆς.

60. Πένθος σημαίνει μονιμοποιημένη κατάστασις ὀδύνης στὴν ψυχὴ ποὺ μετανοεῖ. Ἡ ὀδύνη αὐτὴ γεννᾶ καθημερινὰ ὀδύνη ἐπάνω στὴν ὀδύνη, σὰν γυναίκα «τίκτουσα καὶ ὡδίνουσα».

61. Ὁ Κύριος εἶναι δίκαιος καὶ ὅσιος. Καὶ σὲ ὅποιον ἀσκεῖται κανονικὰ στὴν ἡσυχία, ἀνάλογα τοῦ χαρίζει κατάνυξι. Καὶ ὅποιον ἀσκεῖται στὴν ὑποταγὴ κανονικά, κάθε ἡμέρα τὸν εὐφραίνει. Ὅποιος ὅμως δὲν ζῆ καθαρὰ καὶ ἀνόθευτα τὴν μία ἀπὸ τὶς δυὸ αὐτὲς ἀσκήσεις στερεῖται τὸ πένθος.

62. Διῶξε τον ἐκεῖνον τὸν «κύνα» ποὺ πλησιάζει, ὅταν πενθῆς ὑπερβολικὰ γιὰ τὶς ἁμαρτίες σου, καὶ σοῦ ψιθυρίζει ὅτι ὁ Θεὸς εἶναι ἄσπλαγχνος καὶ ἀσυμπαθής. Διότι, ἐὰν προσέξης τὴν τακτική του, θὰ διαπιστώσης ὅτι πρὶν ἀπὸ τὴν ἁμαρτία σοῦ παρουσιάζει τὸν Θεὸν εὐσπλαγχνικὸ καὶ συγχωρητικό.

63. Ἡ ἐπίμονος ἀπασχόλησις καὶ ἄσκησις (στὸ πένθος) δημιουργεῖ τὴν συνεχῆ καλλιέργειά του. Ἡ συνεχὴς καλλιέργεια ὁδηγεῖ στὴν γεῦσι του. Καὶ ἐκεῖνο ποὺ γευόμεθα καὶ συναισθανόμεθα τὴν ἀξία του εἶναι δύσκολο νὰ μᾶς τὸ ἀφαιρέσουν.

64. Ὁσονδήποτε ὑψηλὴ καὶ ἂν εἶναι ἡ ἀσκητική μας ζωή, ἐὰν δὲν ὑπάρχη πόνος στὴν καρδιά μας, ἀποβαίνει νοθευμένη καὶ ἀνωφελής.

65. Πρέπει, πρέπει ὁπωσδήποτε, γιὰ νὰ τὸ εἰπῶ ἔτσι, ὅσοι ἐμολύνθηκαν καὶ μετὰ τὸ βάπτισμα, νὰ ἀφαιρέσουν τὴν πίσσα ἀπὸ τὰ χέρια τους, μὲ φωτιὰ καὶ μὲ λάδι, μὲ τὴν ἀκατάπαυστη δηλαδὴ φλόγα τῆς καρδιᾶς τους καὶ μὲ τὸ λάδι τῆς θεϊκῆς εὐσπλαγχνίας.

66. Εἶδα ἐγὼ σὲ μερικοὺς ἕνα ἀκρότατο ὅριο πένθους. Νὰ βγάζουν δηλαδὴ ἀπὸ τὸ στόμα τους αἷμα, ποὺ προερχόταν ἀπὸ τὴν πικραμένη καὶ πληγωμένη καρδιά τους. Καὶ ἐνθυμήθηκα τὰ λόγια του Ψαλμῳδοῦ: «Ἐπλήγην ὡσεὶ χόρτος καὶ ἐξηράνθη ἡ καρδία μου» (Ψαλμ. ρα´ 5).

67. Τὰ δάκρυα τοῦ φόβου (τοῦ Θεοῦ) περιέχουν μέσα τους τὸν τρόμο καὶ τὴν προφύλαξι. Τὰ δάκρυα ὅμως τῆς ἀγάπης, πρὶν ἀπὸ τὴν κατάκτησι τῆς τελείας ἀγάπης, εἶναι κάπως ἐκτεθειμένα σὲ κίνδυνο, ἐκτὸς ἐὰν τὸ εὐλογημένο πῦρ τῆς ἀγάπης τὸν καιρὸ τῆς ἐνεργείας του πυρακτώση πολὺ τὴν καρδιά. Εἶναι δὲ ἀξιοθαύμαστο, ὅτι τὰ δάκρυα τοῦ φόβου, ὁ ὁποῖος εἶναι ταπεινότερο καὶ κατώτερο πράγμα, εἶναι ἀσφαλέστερα στὸν καιρό τους ἀπὸ τὰ δάκρυα τῆς ἀγάπης.

68. Ὑπάρχουν οὐσίες ποὺ ξηραίνουν τὶς πηγὲς τῶν δακρύων μας, καὶ ἄλλες ποὺ ἐπὶ πλέον δημιουργοῦν μέσα στὶς πηγὲς βόρβορο καὶ γεννοῦν θηρία. Καὶ παράδειγμα τοῦ ἑνὸς εἶναι ὁ Λὼτ ποὺ συνευρέθη παράνομα μὲ τὶς θυγατέρες του, ἐνῷ τοῦ ἄλλου ὁ διάβολος ποὺ ἐξέπεσε ἀπὸ τὴν ἀγγελική του κατάστασι (2).

69. Εἶναι μεγάλη ἡ κακία τῶν ἐχθρῶν μας: Τὶς μητέρες τῶν ἀρετῶν τὶς μετατρέπουν σὲ μητέρες κακιῶν! Καὶ τὶς αἰτίες τῆς ταπεινώσεως τὶς κάνουν αἰτίες ὑπερηφανείας.

70. Πολλὲς φορὲς ὁδηγεῖ τὸν νοῦ μας σὲ κατάνυξι καὶ ἡ τοποθεσία ποὺ μένομε καὶ ἡ θέα ποὺ ἔχει. Ἂς σὲ πείσουν γι᾿ αὐτὸ ὁ Κύριος, ὁ Ἠλίας καὶ ὁ Ἰωάννης, οἱ ὁποῖοι προσεύχονταν κατὰ μόνας (σὲ διαλεγμένους ἐρημικοὺς τόπους).

71. Συνήντησα πολλὲς φορὲς μέσα στὸν θόρυβο τῶν πόλεων δάκρυα. (Προέρχονταν ἀπὸ δαιμονικὴ συνεργία). Ἦταν γιὰ νὰ μᾶς σπρώξουν πρὸς τὸν κόσμο, μὲ τὴν ἰδέα ὅτι δὲν βλαπτόμεθα καθόλου ἀπὸ τὸν θόρυβο. Σ᾿ αὐτὸ ἀποσκοποῦσαν οἱ πονηροὶ δαίμονες.

72. Ἕνας λόγος πολλὲς φορὲς ὑπῆρξε ἱκανὸς νὰ διασκορπίση τὸ πένθος. Εἶναι δὲ ἀξιοθαύμαστο, ἐὰν ἕνας λόγος μπόρεσε νὰ τὸ συγκεντρώση πάλι.

73. Δὲν θὰ κατηγορηθοῦμε, ἀγαπητοί μου, δὲν θὰ κατηγορηθοῦμε τὴν ὥρα τοῦ θανάτου μας, διότι δὲν ἐθαυματουργήσαμε ἢ διότι δὲν ἐθεολογήσαμε ἢ διότι δὲν ἐγίναμε θεωρητικοί. Ὁπωσδήποτε ὅμως θὰ δώσωμε λόγο στὸν Θεὸν διότι δὲν ἐπενθήσαμε συνεχῶς.

Βαθμὶς ἑβδόμη! Ὅποιος ἀξιώθηκε νὰ τὴν ἀνεβῆ, ἂς βοηθήσῃ κι ἐμένα.

Διότι αὐτὸς πλέον ἐβοηθήθηκε, ἀφοῦ μὲ τὴν ἑβδόμη βαθμίδα ἔπλυνε τὶς κηλίδες τῆς παρούσης ζωῆς.

----------

1. Ὡς μητέρα θὰ νοηθῇ ἡ χάρις τοῦ Ἁγίου Πνεύματος. Ἐδῶ ἔχομε ἐμφανῆ ἐπίδρασι τῶν ὁμιλιῶν τοῦ Μακαρίου τοῦ Αἰγυπτίου, ὅπου συχνὰ γίνεται λόγος γιὰ τὴν ἐπουράνιο μητέρα, τὴν χάρι δηλαδὴ τοῦ Πνεύματος: «Αἱ ψυχαὶ αἱ ἐν τῇ νηπιότητι τοῦ κόσμου τυγχάνουσαι καὶ ὑπὸ τῶν παθῶν συνεχόμεναι. . . τὴν ἐπουράνιον μητέρα, τὸ Πνεῦμα τὸ Ἅγιον, κλαυθμῷ καὶ βοῇ ζητοῦσαι ἐπὶ μηδενὶ ἐπαναπαυόμεναι τοῦ κόσμου τούτου. . . » (ὁμιλ. 84).

2. Παλαιὸς σχολιαστὴς σημειώνει: «Ὗλες ποὺ ξηραίνουν τὶς πηγὲς τῶν δακρύων εἶναι ὁ οἶνος, ὅταν πίνεται χωρὶς μέτρο», ὅπως συνέβη στὴν περίπτωσι τοῦ Λώτ (Γεν. ιθ´ 30-36). Καὶ συμπληρώνει: «Ἄλλες ὕλες, ἂς τὶς εἰποῦμε ἔτσι, εἶναι, νομίζω, ἡ ἐξουσία καὶ ἡ ὑπερβολικὴ τιμή. Αὐτὲς προκαλοῦν τὴν ὑπερηφάνεια μὲ τὴν ὁποία ἐξέπεσε ὁ διάβολος».